PG 95, col. 457

e Ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς; »
Εἰς τοσαύτην γὰρ μανίαν χρημάτων ἔρωτος προ-
έβησαν, ὡς εἰδωλικῶν ἅπτεσθαι χρημάτων.
,0ς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ
νόμου τὸν Θεὸν ἀτιμάζεις; Τὸ γὰρ ὄνομα τοῦ Θεοῦ
δʼ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, καθὼς γέγρα-
πται. »
Ἐν ἐτέροις εἶδεσι δείξας παράνομον, ἐνταῦθα καὶ
καθολικώτερον ἐπάγει τὴν παρανομίαν, αὐτοῦ τοῦ
νόμου εἰς μέσον φέρων τὸ ὄνομα. Καὶ σαφῶς αὐτοῦ
παραβάτην τῶν Ἰουδαίων ἀποδείκνυσιν, ὡς καὶ αἴ-
τιον γινόμενον τοῦ βλασφημεῖσθαι τὸ ὄνομα τοῦ Θεοῦ.
« Περιτομὴ μὲν γὰρ ὡφελεῖ ἐὰν νόμον πράσσῃςς,
ἐὰν δὲ παραβάτης νομοῦ ἦς, ἡ περιτομή σου ἀκρο-
βυστία γέγονεν. Ἐὰν οὗν ἀκροβυστία τὰ δικαιώματα
τοῦ νόμου φυλάσσει, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς πε-
ριτομὴν λογισθήσεται; Καὶ κρινεῖ ἡ ἐκ φύσεως
ἀκροβυστία, τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμμα-
τος καὶ περιτομῆς παραβάτην νόμου. »
Δείξας ὡς οὐδὲν χρήσιμος αὐτοῖς ὁ νόμος, μᾶλλον
δὲ ὡς καὶ κολάσεως αὐτοῖς αἴτιος, ὥσπερ ἀντιπι-
πτούσης ἀντιθέσεως, τί οὖν; οὐδὲν ἡ περιτομή; Ὁρα
πῶς καὶ ταύτην κωλύει, πάλιν αὐτὴν ἀποφαίνων
περιττὴν, καὶ τῶν ἀκροβύστων διαφέρουσαν οὐδὲν,
μὴ πληρουμένων τῶν ἐντολῶν τοῦ νόμου. Τὰ γὰρ τοῦ
νόμου προστάγματα ἀδύνατον τελειοῦσθαι ἦν. λσπερ
δὲ ἐν τοῖς ἀνωτέρω τὸν ἀκρόβυστον μετὰ τοῦ Ἰου-
δαῖου συνέκρινεν· οὕτω καὶ ἐνταῦθα μετὰ περιτο-
μῆς ὴ δεικνὺς, κατὰ τοῦτο πολὺ λιπόμενον τὸν ἔχοντα
τὴν περιτομήν.
« Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ, Ἰουδαῖός ἐστιν· οὐδὲ ἡ
ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλʼ ὁ ἐν τῷ κρυ-
πτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύμαι,
οὐ γράμματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλʼ
ἐκ τοῦ Θεοῦ. »
Ἐππειδὴ πάντα σωματικὰ ἦν τὰ κατὰ νόμον, περι-
τομὴ καὶ θυσία, καὶ σώματος ῥαντισμοὶ, ὅρα πῶς
ταῦτα προφανῶς ἀναιρεῖ, οὐκέτι λεληθότως, λέγων
δτι ἔνδον ἐστὶν ἡ περιτομὴ, καὶ ἔνδον ἐσττὶν ὁ Ἰου-
δαῖος, ὥσπερ καὶ ἔνδον ἐστὶν ὁ νόμος. Τί οὖν καυχᾶ-
σαι, φησὶ, καὶ τὰ σαρκὸς ἐπιτελῶν μεγαλοφρονεῖς;
Οὐ γὰρ ἐπὶ τούτοις ἔπαινος κεῖται ἐκ τοῦ Θεοῦ,
ΚΕάεΛ. .
Τἰ οδν τὸ περισσὸν τοῦ Ἰουδαίου; καὶ τίς ἡ ὡφέ-
τον μὲν ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. »
d Lυeg. τὸν Ἰουδαῖον. s Deest forsitan ἀκροβυστίαν.
Pμτnoι. Gs. ΧCV.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.