PG 95, col. 465

ται δωρεάν· καὶ πόθεν, ἢ διὰ τῆς ἀπολυτρώσεως τῆς
ἐν Χριστῷ Ἰησοῦ;
« Ὁν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν
τῷ ἑαυτοῦ αῖματι. s
Ὁρα πῶς ἀναμιμνήσκει τῶν ἐν τῇ Παλαιᾷ· οὗτές
ἐστι, φησὶν, ὁ τύπος ἦν, ἐκεῖνο τὸ ἱλαστήριον, καὶ
τοῦ αἶματος αὐτοῦ σύμβουλον ἐκεῖνο τὸ αἶμα τὸ
ἀγιάζον τὸν λαόν.
« Εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ. »
(Ἐνδειξιν δικαιοσύνης, τὸ μὴ μόνον δειχθῆναι τὸν
Θν δίκαιον, ἀλλὰ καὶ δικαιοῦντα τοὺς πιστεύοντας
εἰς Χριστόν. Ὡσπερ ἀμέλει καὶ ἔνδειξις πλούτου,
ξτὸ καὶ ἐτέρους δύνασθαι ππλουττίζειν μένοντα πλού-
oso.
« Διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἀμαρτημά-
των ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ, πρὸς τὴν ἔνδειξιν τῆς δι-
καισσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐ-
τὸν δίκαιον, καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦν.»
Τοωτέστι, τὴν νέκρωσιν· ἐνέκρωσαν γὰρ ἡμᾶς τὰ
ἀμαρτήματα, κατὰ τὸ, υχὴ ἀμαρτάνουσα, αὕτη
καὶ ἀεοθανεῖται.
« Ποῦ οὖν ἡ καύχησις; »
Κατασκευάσας τὸ δεῖσθαι αὐτοὺς τῆς χάριτος,
θαῤῥῶν ἐπάγει τὸ μὴ δύνασθαιαὐτοὺς ἔτι καυχᾶσθαι
ἐν νόμῳ· οὕτω γε, οὐχ ὅτι σώζειν οὐκ ἴσχυεν αὐτῶν
τινα, ἀλλὰ καὶ κατέκρινεν.
« Ἐξεκλείσθη· διὰ ποίου νόμου; τῶν ἔργων;
Οὐχf. »
Οὐκ εἶπεν, ἀνῃρέθη, ἢ διέφθαρται. φειδόμενος τοῦ
ἀκροατοῦ.
« Ἀλλὰ διὰ νόμου πίστεως. »
Ἐπειδὴ τῷ ὀνόματι τοῦ νόμου ἔβλεπεν μάλιστα
τὸν Ἰουδαῖον προσκείμενον, τούτου ἕνεκα καὶ τὴν
διὰ πίστεως χάριν ὀνομάζει πίστεως νόμον.
« Λογιζόμεθα γὰρ δικαιοῦσθαι πίστει ἄνθρωπον
χωρὶς ἔργων νόμου. »
Ἀντὶ τούτου V, τὸ θαρῥοῦμεν, τοῦτο ἐφανερώθη.
« Ἡ Ἰουδαίων ὁ Θεὸς μόνον, οὐχὶ καὶ ἐβνῶν; Nαt
καὶ ἐθνῶν· εἴπερ εἶς ὁ Θεὸς, ὅς δικαιώσει περιτομὴν
ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ πίστεως. »
Πάλιν κοινὴν πᾶσιν ἀνθρώποις τὴν σωτηρίαν προ-
θεὶς, γενναίως ἀγωνίζεται φάσκων· Ἐπειδὴ πάντων
ἀνθρώπων ποιητής ἐστιν ὁ Θεὸς, τούτου χάριν τοὺς
πάντας σώζει. Οὐ γὰρ ἔχει τις εἰπεῖν, ὡς Ἰουδαίων
μέν ἐστι Θεὸς, τῶν δὲ ἐθνῶν οὖ · εἶς δὲ πάντων κτί-
στης, πάντων ἐσττὶ καὶ Σωτὴρ δηλονότι.
« Νόμον οὗν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ
γένοιτοἱ ἀλλὰ νόμον ἰστάνομεν. »
Ἐπειδὴ εἶπεν τὸν νόμον τῶν ἔργων ἐκκεκλεῖσθαι,
Εech. Xvm, 20.
Εoιte σύμβολον, Leg. ἀνττὶ τοῦ θαῥῥ.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.