PG 96, col. 1331

καὶ τὸν ἀνδροφόνον ἀνδροφονεϊν, ἄξιοί εἰσιν τιμῆς ο
τὸ γὰρ θέλημα τοῦ Θεοῦ ἐποίησαν. Εὑρεθήσονται
καὶ οἱ νομοθέται σου ψευδεῖς , καὶ τὰ βιϐλία σου
ψευδεπίγραφα, ἐπειδὴ προστάττουσι τὸν πόρνον καὶ
τὸν κλέπτην δέρεσθαι ποιήσαντας τὸ θέλημα τοῦ
Θεοῦ, καὶ τὸν ἀνδροφόνον ἀποκτανθῆναι , δν εδει
τιμηθῆναι, ἐπειδὴ τὸ θέλημα τοῦ Θεοῦ ἐποίησεν.
'0 δὲ ΣΑΡΑΚ. Τίς φησι, πλάττει τὰ βρέφη ἐν
κοιλίαις τῶν γυναικῶν; τοῦτο γὰρ προϐάλλονται οἱ
Σαρρακηνοὶ πρὸς ἡ μᾶς πρόϐλη μα δεινότατον, θέλοντες
ἀποδείξαι τὸν Θεὸν αἴτιον τοῦ κακοῦ. Ei γὰρ ἀπο-
κριθεὶς λέγω, ὅτι 6 Θεὸς πλάττει τά βρέφη ἐν κοι-
λίαις γυναικῶν, ἐρεῖ ὁ Σαρακηνός ο Ἰδοὺ 6 Θεὸς σύν-
εργός ἐστι τῷ πόρνῳ, καὶ τῷ μοιχῷ.
0 ΧΡΙΣΤ. Πρὸς ταῦτα ἀποκρίνεταιο Οὐδαμῶς εὑ-
ρίσκω μετὰ τὴν πρώτην ἑϐδομάδα τῆς κοσμοποιίας
τὴν Γραφὴν λέγουσαν πλάττειν τὸν Θεὸν ἢ κτίζειν
τι. Ei δέ ἀμφιϐαλῇ περὶ τούτου, δείξῃ [σοι] κτίσμα
ἢ πλάσμα οἱονδηποτοῦν ί μετὰ τὴν πρώτην £660-
μάδα γιγνόμενον ὑπὸ τοῦ Θεοῦ ⁶ οὐδαμῶς τούτου
ὑποδεῖξαι). Πάντα γάρ τὰ ὁρατὰ κτίσματα τὴν
πρώτην ἑϐδομάδα γεγόνασιν. Ἐπλασεν γάρ 6 Θεὸς
τὸν ἄνθρωπον τὴν πρώτην ἑϐδομάδα, καὶ προσέταξεν
αὐτὸν γεννᾷν καὶ γεννᾶσθαι, εἰπών’ ι Λῦξάνεσθε,
καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν. ι Καὶ
ἐπειδὴ ἔμψυχος ἦν 6 ἄνθρωπος ἔμψυχον σπέρμα
ἔχων, ἐν τῇ ίδία γυναικὶ σπορὰ ἁνεφύει. Ὥστε άν-
θρωπος ἄνθρωπον γεννᾷ, καθάπερ ἡ Γραφὴ λέγειο
ι ’Δδὰμ γὰρ ἐγέννησε τὸν Σέθ, καὶ 6 Σέθ ἐγέννησε
τὸν Ἐνὼς , καὶ Ἐνὼς ἐγέννησε τὸν Καϊνὰν , καὶ
Καϊνὰν ἐγέννησε τὸν Μαλαλεὴλ, καὶ Μαλαλεὴλ ἐγέν-
νησε τὸν Ἑνώχ. ι Καὶ οῦκ εἶπεν '0 Θεὸς ἔπλασε τὸν
Σὴθ, ἢ τὸν Ἐνώς, ἢ ἄλλον τινά ⁶ καὶ ἐντεῦθεν γινώ-
σκομεν, ὅτι μονώτατος πέπλασται 6 Ἀδὰμ ὑπὸ τοῦ
Θεοῦ , οἶ τε μετ’ ἐκεῖνον γεννῶνται καὶ γεννῶσιν
ἕως τοῦ παρόντος. Καὶ οὕτως χάριτι τοῦ Θεοῦ 6
κόσμος συνίσταται. Ἐπειδὴ καὶ πᾶσα βοτάνη καὶ
φυτὸν προστάξει τοῦ Θεοῦ ἀπὸ τότε γεννᾷ καὶ γεν-
νᾶται. Ἔφη γάρ 6 Θεὸς ο ι Βλαστησάτω ἡ γῆ βοτά-
νην χόρτου. › Κατὰ τὸ πρόσταγμα αὑτοῦ ἐϐλάστη-
σέν ἕκαστον δένδρον , εἶδος ¹ι βοτάνης καὶ φυτοῦ ἐν
ἑαυτῷ ἔχει σπερματικὴν δύναμιν. Ἦ σπορὰ δὲ παν-
τὸς φυτοῦ καὶ βοτάνης ἔμψυχός ἐστιν, ἥτις ἐν τῇ γῇ
πάλιν ἐφ’ ἑαυτῆς πίπτουσα, ἢ καὶ ὑπὸ ἄλλου σπει-
ρομένη, βλαστάνει· μὴ πλαττομένη ὑπό τινος, ἀλλὰ
τῷ πρώτῳ προστάγματι τοῦ Θεοῦ ὑπακούσαντος ι.
Ἰδοὺ ἐγὼ, καθὰ πρώην ἔφην, αὑτεξούσιος ὢν ἐν οἷς
μόνοις προεῖπα, ὅπου ἐὰν σπείρω, κᾶν είς ἰδίαν
¹ Gen. ι, 28. ’ Gen. v, 5 seqq. ³ Gen. ι, ll.
ί Lequienius : εί δέ ἀπορεῖς πρὸς-τοῦτο, δεῖξον πλάσμα
i Lequienius :
ostende. figmentum aut creaturam ullam.
ἵιῖἱῖἓῗδιῖξςέὶωρὶέἓῖηἷ“›ἱαῖ“ξξὲἓῦ“ἑ’ἐ Stfifii'iiéi'éii.i:£i5§"ei planta ἕι seipsa. ι Forte ὑπακούσασιν..

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.