PG 96, col. 1333

ai δύο ποιοῦσι, θεοὶ ἐσονται, ετ γε τὸ ποιεῖν Θεοῦ
μελέτη (1) καὶ ὕλης ἐπινοεῖσθαι· εί δέ πάσχουσιν
ἀμφότεραι, ἀλλαι ἐσονται αί δύο, καλ¹ ἕτερος 6 ποιη-
τὴς ζητηθήσεται. ΕΞ δέή μὲν πάσχει, ὴ δὲ ποιεῖ’ ἡ
μὲν πάσχουσα γενητὴ, ἡ δὲ ποιοῦσα ἀγένητοςο εἰδὲ
αἱ δύο πάσχουσι καὶ ποιοῦσι, καθὸ μὲν ποιοῦσι, θεοὶ
ἔσονται, καθὸ δὲ πάσχουσιν, ὕλαι · αἱ αὑταὶ⁵ οὖν ἔσον-
ται θεοὶ καὶ ὗλαι, γενηται καὶ ἀγένητοι. Κάκ τῆς
αἰτίας δέ ἐλέγχει τοῦτο ὑμᾶς ° τί τὸ αῖτιον τοῦ εἶναι
τὴν ὓλην κακὴν ὑποτίθεμεν; Ἦ γὰρ διότι ἀγένητος
καὶ ἀρχὴ, ἢδιότι ὕλη , ἢ διότι σῶμα, ἢ διότι διαι-
ρεῖται καὶ μεταϐάλλεται; Ἀλλ’ ει μὲν διότι καὶ ἀγέ-
νητος καὶ ἀρχὴ, κα)⁸ 6 Θεὸς τοιοὺτος ο εί δὲ διότι ὕλη,
ὕλη δὲ προσαγορεύεται διά τὸ ὑποκεῖσθαι είς γένεσιν
τῶν ἐξ αὑτῆς, διά τοῦτο κατά τὴν αὐτὴν ὑπόθεσιν υὺκ
ἀγαθὸς 6 Θεόςο ὑπόκειται γάρ είς γένεσιν τῶν ἐξ
αὑτοῦ ψυχῶν καὶ ἀγγέλων, ὡς ὑμεῖς οἱ Μανιχαῖοι
δογματίζετε. Et δὲ διότι σῶμα, οὐχὶ αὑτὴ αἰτία τοῦ
εἶναι σῶμα, ἀλλ’ 6 Θεόςο εί γε πρὸ τοῦ ἐμϐάλλειν τὸ
ἐξ αὑτοῦ μέρος τῇ ὕλῃ, οὐκ ἦν σῶμα ο εἰδὲ διότι δι-
αιρεῖται καὶ. μεταϐάλλεται ό Θεὸς καθ’ ὑμᾶς τοῖς αὑ-
τοῖς ἐνεχόμενος κακοῖς ἔσται · εί γὰρ διαιρεῖται είς
γενέσεις ἀγγέλων καὶ ψυχῶν, πλὴν δὲ ἐξ αὑτοῦ οὑ
θεοὶ, δῆλον ὅτι οὑ μόνον διαιρεῖται, ἀλλά καὶ μετ-
εϐλήθη. Εἰ δέ οὐ τοῦτό φατε αἴτιον εἶναι τοῦ κακὴν
ὑπάρχειν τὴν ὓλην, ἀλλά τὸ ταύτην ἁμαρτάνειν,
ἰστέον ὡς οὐδὲν τῶν κατά φύσιν ἐξ ἀνάγκης γινομέ-
νων, ἁμάρτημα τυγχάνει· πᾶσα γὰρ ἁμαρτία ἐκ προ-
αιρέσεως γίνεται ⁶ ἡ δὲ προαίρεσις ἐκ ψυχῆς ⁸ η δὲ
ψυχὴ οὐσία Θεοῦ καθ’ ὑμᾶς’ ἐκ Θεοῦ ἀρα ἡ ἁμαρτία,
καὶ οὐκ ἐκ τῆς ὕλης, κατὰ τὸ ὑμῶν ἀσεϐέστατον
δόγμα. Κάκ τῶν τόπων δὲ ὧν ὑμεῖς ὑποτίθεσθε τὸν
μὲν τῷ Θεῷ, τὸν δὲ τῇ ὑλῃ προσνέμοντες, ὑμᾶς ἀπ-
ελέγξω μηδὲν δογματίζοντας. El γὰρ ἀγένητος ό Θεὸς,
καὶ ἡ ὕλη · ἕκαστος δὲ ἐν τόπῳ τυγχάνει καθ’ ὑμᾶς ’
6 δὲ τόπος ἕτερός ἐστι κατ’ οὐσίαν τῶν ἐν αὑτῷ περι-
εχομένων, συμϐήσεται τοὺς τόπους συναγενήτους εἶναι
τοῖς σὺν αὐτοῖς· καὶ οὑτως οὑ δύο τά ἀγένητα, ἀλλά
τέσσαρα, Θεὸν, καὶ ὑλην, καὶ ἐκάτε ρον τὸν τόπον εὑ·
ρήσεις. Εἰ δὲ τοὺς τόπους πρεσϐυτέ ρους φατέ τῶν ἐν
αὑτοῖς, οὐκέτι 6 Θεὸς καὶ ὕλη ἀγένητοι ἔσονται, ἀλλά
μᾶλλον οι τούτων προϋπάρχοντες τόποι· εἰ δὲ τὸν
Θεὸν καὶ τὴν ὓλην πρὸ τῶν τόπων εἷναί φατε, ἄρα
οὑκ ἦσαν κεχωρισμένοι Θεὸς καὶ ὕλη, ἀλλ’ ἐν ἀλλή-
λοις ὑπῆρχον · οὐγὰρ ἦν οὔπω τόπος 6 διορίζων · καὶ
οὑτως 6 τῆς παρ’ ὑμῶν ἐναντιότητος διαλυθήσεται
λόγος. Οὑ γὰρ ἐν ἀλλήλοις η φύσις ὑφίστασθαι δύ-
ναται τῶν ἐναντίων ο ὥστε πανταχόθεν ὑμῶν ἀπελή-
λεγκται ὴ μυθώδης τερατολογίαν μὴ ὑμᾶς ἑαυτούς
τε καὶ ἐτέρους τοῖς τῆς ἀσεϐείας περιπείρητε δόγμα-
σιν, ἀλλά προσδραμόντες τῷ φωτὶ τῆς ἀληθείας, τὸν
ζόφον τῆς ἀγνοίας ἐκκαθάρατε τῶν ψυχῶν ’ αὐτεξου-
ΝΟΤιΕ.
(1) Dubium in cod. vocabulum. ε

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.