PG 96, col. 1397

Nos.pr ἀνδριάντα καὶ περικαλλὲς ὡραιότητος
ἄγαλμα τοῦεΘεοῦ αἱ χεῖρες, αί τὸν ἄνθρωπον κατα-
σκευάσασαι ὲν πολλῇ σοφίᾳ καὶ ἐπιστήμῃ ἐξεσάν σε
καὶ είς κάλλος εὐρύθμησαν ἄφατον.
Θεοτοκίον.-Ὠρυόμενος λέων κύκλῳ περιέρχεται
καταπιεῖν με ζητῶν τοῖς αὑτοῦ ὀδοῦσι ο μή με δώῃς
εἰς θήραν , πανάμωμε, η Θεὸν τεκοῦσα τὸν κραταιᾷ
παλάμῃ θεία τῶν λεόντων τὰς μύλας συνθλάσαντα.
’ῼδὶι (τ’. Τὴν δέησιν ἐκχεῶ.
Τὸν τείναντα ἐπὶ ξύλου τὰς χεῖρας, καὶ τῇ λόγχῃ
τὴν πλευράν ὀρυχθέντα, Λόγον Θεοῦ καὶ Θεὸν καταγ-
γέλλων, ἀναρτηθεὶς ἐπὶ ξύλου, Γεώργιε, κοντοῖς δι-
επείρου τὰς πλευράς, ἀλλ’ εὐχῇ τὰς ἀκμάς αὐτῶν Β
ἦ μϐλυνας.
’ '0 λίθων ἀναισθητότερος οὕτως, ὡς καὶ λίθοις ἁν-
αισθήτοις λατρεύων, ὖπτιόν σε ἐπ’ ἐδάφους ἀπλώσας,
λίθῳ βαλεῖ, ἐκπιέζει τὰ σπλάγχνα σου, αὐτὸς δὲτὴν
πέτραν τῆς ζωῆς, τὸν πολύτιμον λίθον ἐπόθεις Χρι-
στόν.
’χ Ὑπέκκαυμα τοῦ πυρὸς τοῦ ἀσϐέστου χρηματίζων
ὁ υίὸς ὁ τῆς γεέννης, νεοκαεῖ καὶ ζεούσῃ ἀσϐέστῳ
καταχωννύει σε, μάρτυς· ἀλλ’ ε’ύρηκας συνήθως ἄγ-
γελον φρουρὸν, τὸν ρυόμενόν σε ὲκ νεότητος.
Σιδήρου, λίθου, χαλκοῦ, ἀδάμαντος ισχυρώτερος,
Γεώργιε, ῶφθης · ἕκαστον γὰρ τῶν ἀπηριθμημένων
παραχωρεῖ τῷ πυρὶ δαπανώμενον ο αὐτὸς δὲ, ὦ χά-
ριτοςπολλῆς, καὶ παμφάγου πυρὸς ὑπερίσχυσας.
’ Θεοτοκίον.-’Δπάτορα τὸν ἀμήτορα τίκτεις ὑπὲρ
ἔννοιαν καὶ φύσιν καὶ λόγον, ἵνα Θεὸν ἀπεργάσηται
θέσει· τὸν πεπτωκότα ἑλπίδι, θεότητος ἀξίωσον,
Δέσποινα, κάμὲ τῆς γλυκείας αύτοῦ ὡραιότητος.
ᾯδὴ Ζ⁸. οι ἐκ τῆς Ἰουδαίας.
Θεοῦ σε τὸν ὁπλίτην οὐδὲν ἴσχυσε βλάψαι, οὐδὲ
λυμήνασθαι, ού βράσματα λεϐήτων, οὐ χάσματα λεόν·
των · ού γὰρ δὴ παραδώσει Θεὸς ψυχὴν θηρίοις αὐτῷ
ἑξομολογου μένην.
Λογισμῷ διαιτήσας τῇ ψυχῇ καὶ σαρκί σου , μάρ-
τυς Γεώργιε, τῷ πνεύματι τὸ σῶμα, τῷ κρείττονι τὸ
χεῖρον νουνεχῶς κοθυπέταξας , διαιτητὴς ἀκριϐὴς
φανεὶς τῶν πρὸς ἀξίαν.
Ὀ κλεινὸς ἀθλοφόρος, ὁ πολλὴν παρρησίαν πρὸς
τὸν Σωτῆρα πλουτῶν, τὸν πλοῦτον τῶν παθῶν μου,
τὸν φόρτον τῶν κακῶν μου διασκόρπισον δέομαι,άνα-
κωχήν μοι διδοὺς, ’κα“ι κουφισμὸν τοῦ βάρους.
’Υμνοις μάρτυς ύμνείσθω, ὁ τὴν σύνεσιν μέγας,
καὶ τὴν σοφίαν πολὺς, δ λόγοις στηλιτεύσας, καὶ
ἔργοις θριαμϐεύσας τὴν ἀπάτην τὴν ἄεργον, καὶ
καταγγείλας Χριστὸν Υἱὸν Θεοῦ καί Λόγον.
Θεοτοκίονμὲ- Σὺ γενοῦ μοι προστάτις, σὺ φαιδρὰ
παραστάτις, θεογεννήτριαί ἡνίκα τῆν’ ψυχήν μου
ἐσχάτη καὶ μεγάλη καταλάϐῃ περίστασις, καὶ ἐξελοῦ
με χειρὸς λῃστῶν ἀεροπόρων.
ᾨδὴ H'. Ἐπταπλασίως κάμινος
Ἀθανασίαν εὕρατο διὰ σοῦ Ἀθανάσιος , τῆς ἀθα-
νασίας ὁ φαιδρὸς ἐπώνυμοςο τυράννου προστάξει γάρ
θανατηφόρον φάρμακόν σοι κεκέρακὼς, ἀπαθῶς πε-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.