PG 96, col. 720

ρέπεμπον γῆν, τὴν ἀνω φημὶ Ἰερουσαλὴμ, τὴν
πάντων τῶν πιστῶν μητέρα, ἧς τεχνίτης καί δη-
μιουργὸς ό Θεός. Οὐ κατελήλυθε γὰρ ἡ ψυχή σου
είς τὸν ᾅδην, ἀλλ’ οὐδὲ ἡ σάρξ σου εἶδε διαφθοράν.
Οὐκ ἀπελείφθη ὲν γῇ τὸ σὸν ἄχραντον καὶ novanti;-
ρατον σῶμα, ἀλλ’ ὲν οὐρανῶν βασιλείοις μοναῖς η
βασιλὶς, ή κυρία, ἡ δέσποινα, ἡθεομήτωρ, ή ἀληθὴς
Θεοτόκος μετατεθεῖσα.
ιγ’. Ὢ πῶς οὐρανὸς ὑπεδέξατο τὴν πλατυτέραν
οὐρανῶν χρηματίσασαν; πῶς δὲ τάφος τὸ τοῦ Θεοῦ
δοχεῖον ἐδέξατο ;ναὶ ἐδέξατο, ναὶ κεχώρηκεν. Οὐ γὰρ
Β σῶματικοῖς ὄγκοις οὐρανοῦ πλατύτερον ἐγένετο.
Πῶς γὰρ τὸ τρίπηχυ, τὸ ἀεὶ λεπτυνόμενον, εὐρεσί τε
καὶ μήκεσιν οὐρανοῦ παραϐληθῆναι δυνήσεται; τῇ
δὲ χάριτι μᾶλλον παντὸς ὕψους καὶ βάθους τὸ μέτρον
ὑπερηκόντισε. Τὸ γὰρ θεῖον ἀσύγκριτον. Ὢ ἱεροῦ,
καὶ θαυμαστοῦ, καὶ σεϐασμίου, καὶ⁵ προσκυνητοῦ
μνήματος ° ὃ καὶ⁸ νῦν περιέπουσιν ἄγγελοι, αἰδοῖ καὶ
φόϐῳ πολλῷ παριστάμενοι· (1 7) φρίττουσι δαίμονες
πίστει προστρέχουσιν ἄνθρωποι, τιμῶντες, προσκυο
νοῦντες, ὀφθαλμοῖς, καὶ χείλεσι, xal. πόθῳ ψυχῆς
ἀσπαζόμενοι, καὶ ἀφθονίαν ἀγαθῶν ἀρυόμενοι. Ὥσπερ
γάρ εἴτις μύρον πολυτελὲς τοῖς ἱματίοις ἢ τόπῳ
τινὶ ὲναπόθοιτο, εἷτα ἀφέλοιτο, ὲναπομένει τῆς εὐωο
δίας τά λείψανα καὶ μετά τὴν τοῦ μύρου ἀφαίρεσιν,
οὕτω καὶ νῦντὸ θεῖον σῶμα, καὶ ἱερὸν, καὶ πανά-
μωμον, καὶ τῆς θείας εὐωδίας ἀνάπλεον, ἡ ἄφθονος
κρήνη τῆς χάριτος. ὲν τῷ τάφῳ τεθὲν, εἶτα πάλιν
ἁρπασθὲν πρὸς κρείττονα χῶρον καὶ ὑψηλότερον, οὐκ
ἀφῆκε τὸν τάφον ἀγέραστον, άλλά μεταδίδωσιμὲν
τῆς θείας (18) εὐωδίας καὶ χάριτος, πηγὴν δὲ τῶν
ίαμὰτων καὶ πάντων τῶν ἀγαθῶν τοῖς πίστει προ·
σιοῦσι τὸ μνῆμα κατέλιπε.
ιδ’. Σο)¹ καὶ ἡμεῖς προσκαθήμεθα σήμερον, ὦ
Δέσποινα, καὶ πάλιν ἐρῶ, Δέσποινα, Θεοτόκε ἀπει-
ρόγαμε, τάς ἑαυτῶν ψυχὰς τῆς σῆς ἐλπίδος ὲφάψαν-
τες, ῶσπερ ἐκ τινος ἰσχυροτάτης καὶ ἀρῤαγεστάτης
ἀγκύρας, νοῦν, ψυχὴν, σῶμα, ὅλοις ἑαυτοὺς σοὶ ἀνα-
Oépevm, ψαλμοῖςκάὶ, ὕμνοις, καί⁵ ᾠδαῖς πνευματι-
καῖς (l9) γεραίροντες, ὅσον ἐφικτόν · (20) τδ γὰρ
πρὸς ἀξίαν ἀνέφικτον. Et γάρ, ῶς ό λόγος ὀ ίερδς
ἡμᾶς ἐξεπαίδευσεν, ἡ περὶ τοὺς ὁμοδούλους τιμὴ
ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν Δεσπότην εὐνοίας,
ὴ περὶ σὲ τὴν τεκοῦσαν τὸν δεσπότην σου τιμὴ,
πῶς παρορατέα; πῶς δὲ οὐ περισπούδαστος; πῶς δὲ
οὐκ αὐτῆς τῆς ἀναγκαίας προτιμωμὲνη πνοῆς, καί
τῆς ζωῆς (21) πρόξενος ; οὕτω γὰρ ἂν μᾶλλον τὴν
orat. l, in domi. S. Maria: : ubi de scriptis Diony-
sii ait, πρὸς τοῖς ἱεροῖς λογίοις.
(ἢο) Desunt ista in Germ. et Colb.
(‘21) Germ. πρόκριτος.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.