PG 96, col. 721

φὲστατον δώρημα · χαρᾶς γὰρ ἀναφαιρέτου ὑπέρθε-
σις γίνεται. Ποίας γὰρ οῦκ ἐμπίμπλαται εὐφροσύνης ;
ποίων ἀγαθῶν ό ταμιεῖον τῆς πανάγνου σου μνήμης
τὴν ἑαυτοῦ ποιησάμενος διάνοιαν. Οὗτός σοι παρ’
ἡμῶν χαριστήρως, τῶν ἡμετέρων λόγων ἀπαρχὴ,
τῆς πτωχῆς ἡμῶν διανοίας τὸ ἀκροθίνιον, τῷ περὶ σὲ
κινηθείσης πόθῳ, καὶ τὴν οἰκείαν ἐκλελησμένης
ἀσθένειαν. Ἀλλ’ εὐμενῶς δέχοιο τὸν πόθον, εἰδυῖα
τὴν δύναμιν ὑπερϐάλλοντα. Σὺ δὲ ἐποπτεύοις ἡμᾶς,
ἀγαθὴ δέσποινα, ἀγαθοῦ δεσπότου λοχεύτρια, ἄγοις
τε καὶ⁸ φέροις τὰ καθ’ ἡμᾶς ὅπου βούλοιο, καὶ τὰς
όρμᾶς τῶν αἰσχίστων ἡμῶν παθῶν στήσειας, και
πρὸς τὸν τοῦ θείου θελῆνματοι, ἀχείμαστον λιμένα
καθοδηγοῦσα, καὶ τῆς μελλούσης μακαριότητος κα-
ταξιώσειας, τῆς γλυκείας τε καὶ αύτοπροσώπου
ἐλλάμψεως, τοῦ ἐκ σοῦ σαρκωθέντος Θεοῦ Λόγου.
Μεθ’ οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, μεγαλοσύνη
τε καὶ μεγαλοπρέπεια, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ,
καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ είς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
tia; cum sanctissimo, bonoque et vivifico ejus Spiritu, nunc et semper, et in smeula saeculorum.
Amen.
Θ’.
Τοῦ αὐτοῦ ,λόγος δεύτερος εις τὴν ἔνδοξον κοί-
μησιν τῆς παναγιας Θεοτόκου καί ἀειπαρθέ-
νου Μαρίας.
αν, Ἔστι μὲν ἀνθρώπων οὐδεὶς, ὃς κατ’ ἀξίαν τῆς
Θεομήτορος τὴν ἱερὰν ἐκδημίαν εῦφη μῆσαι δυνήσεται,
οὐδ’ ei μύριαι γλῶσσαι, τοσαῦτα δ’ αύτῷ στόματα
εἴη ⁶ ἀλλ’ οὐδ’ εί πᾶσαι τῶν πολυσπόρων αἱ γλῶσσαι
συνέλθοιεν, τῶν καθηκόντων ἐπαίνων ἐφίκοιντο.
Πάνταγάρ αῦτη θεσμὸν ἐγκωμίων ὑπέρκειται. Ἐπειο
δὴ δὲ φίλον Θεῷ τὸ κοιτά δύναμιν ἐκ πόθου καὶ ζή-
λου καὶ ἀγαθῆς (22) προσφερόμενον διαιρέσεως,φίλα
δὲ τῇ μητρὶ τοῦ Θεοῦ τά τῷ Υἱῴ προσφιλῆ καὶ ἐρά-
σμια, φέρε πάλιν τῶν ἐγκωμίων ἁψώμεθα, τοῖς
ὑμετέροις πειθαρχοῦντες κελεύμασιν, ὧ ποιμένων
ἄριστοι, καὶ Θεῷ προσφιλέστατοι, ἀρωγὸν τὸν ἐξ
αὐτῆς σεσαρκωμένον ἐπικαλεσάμενοι Λόγον, τὸν
πληροῦντα πᾶν στόμα πρὸς αὑτὸν ἀνοιγόμενον, ὃς
αὐτῇ μόνος κόσμος, καὶ πανευκλεές ἐγκώμιον πέ-
φυκεν ο εἰδότες ὡς ὅτε τῶν ἐπαίνων ἀρξόμεθα, τὴν
ὀφειλὴν ἐκτιννύομεν, καὶ ταύτην ἐκτίσαντες, πάλιν
τοῦ χρέους ἀρχόμεθα, ὡς μένειν τὸ χρέος ἀεὶ ἀρχό·
μενον καὶ πληρούμενον. Ἵλεως δὲ είηξ πρὸς ἡμῶν
ὑμνουμένη, ὴ πάντων κτισμάτων ἐπέκεινα, καὶ⁴ πάν-
των δημιουργημάτων δεσπόζουσα, οἷα Θεοῦ μήτηρ,
τοῦ Κτίστου καὶ Δημιουργοῦ, καὶ τῶν ἁπάντων
δεσπόζοντος. Συγγινώσκοιτε δὲ καὶ ὑμεῖς, ὦ τῶν
θείων λόγων φιλήκοον σύστημα, καὶ τὴν μὲν εὔνοιαν
ἀποδέχοισθε, καὶ τὸν πόθον κροτοίητε, τῇ ἀσθενείᾳ
δέ τοῦ λόγου συμπάσχοιτε. Ὥσπερ γὰρ εῐ τις τῷ
αὐτοκράτορι, καὶ θειόθεν τῶν ὁμοφύλων ἐγχειρι-
σθέντι τοὺς οἴακας, πλήθουσαν μὲν ἀεὶ κεκτη-μένῳ
(22) [ἰ- l Germ. προφερόμενον.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.