PG 96, col. 728

γ’. Πάλαι μὲν Κύριος ό Θεὸς τοὺς τοῦ βροτείου
γένους κατάρξαντας , καὶ τῆς παρακοῆς ἐμφορηθέν-
τας τὸ ἄκρατον, καὶ τῇ μέθῃ τῆς παραϐάσεως τὸν
ὀφθαλμὸν τῆς καρδίας ἁπονυστάξαντας, καὶ τῇ κραι-
πάλῃ τῆς ἁμαρτίας τῆς διανοίας βαρηθέντας τά
ὄμματα, καὶ κοιμηθέντας ῦπνον είς θάνατον, ὲξορξ.
στους τοῦ παραδείσου τῆς Ἐδὲμ ὲξεπόρευσε. Νῦν δὲ
ταύτην τὴν πάθους παντὸς ὲκτιναξαμένην τὴν προσ-
ϐολὴν, καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ὑπακοῆς προ-
αγαγοῦσαν τὸ βλάστημα , καὶ τῆς ζωῆς παντὶ τῷ
γένει κατάρξασαν , οὑ παράδεισος ὑποδείξεταις οὐκ
οὐρανὸς χαίρων ἀναπετάσει τὰς πύλας; πάνυ μὲν
οὗν. Εὑα μὲν γὰρ τὴν ἀκοὴν ὑποθεῖσα τῇ ἀγγελία
τοῦ ὄφεως , ἀκουτισθεῖσα δὲ τοῦ δυσμενοῦς τὴν πα-
ραίνεσιν, καὶ τῆς ψευδοῦς τε καὶ ἀπατηλῆς ἡδονῆς
τῇ προσϐολῇ θελχθεῖσα τὴν αἴσθησιν, λύπης καὶ ἀνίας
ἀπόφασιν ἀποφέρεται, καὶ τόκων ὠδῖνας ὑφίσταται,
καὶ σὺν τῷ Ἀδὰμ θάνατον κατακρίνεται, καὶ ὲν
ᾅδου μυχοῖς κατοικίζεται. Ταύτην δὲ τὴν ἀληθῶς
παμμακάριστον, τῷ τοῦ Θεοῦ λόγῳ τὴν ἀκοὴν ὑπο·
κλίνασαν, καλ⁹ τῆς ἐνεργείας πλησθεῖσαν τοῦ Πνεύ-
ματος, καὶ δι’ ἀρχαγγέλου τὴν (55) πατρικὴν elido-
κίαν ἐγκυμονήσασαν, καὶ ἡδονῆς πάρεξ καὶ συναφείας
συνειληφυῖαν τοῦ Θεοῦ Λόγου τὴν πάντα πληροῦταν
ὑπόστασιν , καὶ προσφυῶν ὠδίνων ἄνευ γεννήσασαν,
καλ⁸ ὅλην Θεῷ ἑνωθείσαν , πῶς καταπίῃ ό (litum;
πῶς ό ᾅδης είσδέξεταις πῶς διαφθορά τοῦ ζωοδόχου
κατατολμήσειε σώματος ἀλλότρια ταῦτα, καὶ πάντη
ξένα τῆς θεοφόρου ψυχῆς καὶ σώματος. Ταύτῃ καὶ
προσϐλέπων ό θάνατος δέδοικε. Τῷ γὰρ αὐτῆς Υῐῷ
προσϐαλὼν, ἔμαθεν ἀφ’ ὧν ἔπαθε. καὶ πείρα μαθὼν,
σεσωφρόνισται. Ταύτῃ ᾇδου μὲν ἀστιϐεῖς al ζοφεραὶ
κάθοδοι, εὑθεῖα δὲ καὶ λεία, καὶ εὔτρεπτοςὴ πρὸς
οὐρανὸν πορεία ἡτοίμασται. El γὰρ, ’Ὅπου ἐγώ ειμι,
ἐκεῖ καὶ ό διάκονος ό ἐμὸς ἔσται, ἔφη ὁ Χριστὸςή
ζωὴ καὶ ἠ ἀλήθεια, πῶς οὐχὶ μᾶλλον ή μήτηρ σὺν
αὑτῷ αὑλισθήσεται; Πρὶν ὠδίνησεν, ἔτεκεν, ἐκτὸς
ὠδίνων καὶ ὴ αὐτῆς ἀποϐίωσις. Θάνατος ἁμαρτωλῶν
πονηρόςο ὲν δὲ τὸ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία
νενέκρωτο (56), τί φήσομεν , ἢ ζωῆς ἀρχὴν ἀλήκτον
καὶ κρείττονος; Τίμιος ὡς ἀληθῶς ὁ θάνατος τῶν
ὁσίων Κυρίου τοῦ Θεοῦ τῶν δυνάμεωνο ὑπέρτιμος δὲ
τῆς τοῦ Θεοῦ μητρὸς ἡ μετάστασις. Νῦν οὐρανοὶ εὑ-
φραινέσθωσαν, καὶ κροτείτωσαν ἄγγελοι* νῦν ἀγαλο
λιάσθω ἡ γῆ, καὶ σκιρτάτωσαν ἄνθρωποιο νῦν ἀὴρ
γηθόμενος ὑπεχείτω τοῖς ᾇσμασι, καὶ νὺξ ἀφεγγὴς
περιαιρείσθω ζόφον τὸν ἀμειδῆ καὶ δυσείμονα, καὶ
μιμείσθω φαιδρῶς τὴν τῆς ἡμέρας στιλπνότητά τοῖς
ὲκ πυρὸς ἀμαρύγμασιν. Ἦ γὰρ ζῶσα πόλις Κυρίου
Θεοῦ τῶν δυνάμεων μετάρσιος αἴρεται, καὶ⁸ βασιλεῖς
ἀπὸ ναοῦ Κυρίου τῆς περιϐλέπτου Σιὼν ἐπὶ τὴν ἄνω
Ἰερουσαλὴμ τὴν ἐλευθέραν τὴν ἑαυτῶν μητέρα δῶρον
τ’ Psal. cxv,15.
, 22.
(56) Colb. et Germ. νενέκρωται.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.