PL 14, col. 56
Vita et institutum (Auctor incertus), J. P. Migne
θεραπείαν· καὶ Οὐαλεντινιανὸς δὲ ὁ μέγας τοῖς αὐτοῖς
κεχρημένος νόμοις, ἴθυνε τὴν Εὐρώπην· ὁ δὲ Οὐάλης
πᾶσι μὲν τοῖς ἄλλοις ἐπέτρεψε θρησκεύειν ᾗ βούλοιντο,
καὶ τὰ θρησκευόμενα θεραπεύειν· μόνοις δὲ πολεμῶν
διετέλει τοῖς τῶν ἀποστολικῶν ὑπερμαχοῦσι δογμάτων·
πάντα γοῦν τὸν τῆς ἐκείνου βασιλείας χρόνον, καὶ τὸ ἐπιβώμιον
ἥπτετο πῦρ· καὶ σπονδὰς καὶ θυσίας τοῖς εἰδώλοις
προσέφερον, καὶ τὰς δημοθοινίας κατὰ τὰς ἀγορὰς ἐπετέλουν·
καὶ οἱ τὰ Διονύσου ὄργια τετελεσμένοι, μετὰ τῶν
αἰγίδων ἔτρεχον τοὺς κύνας ἐπισπῶντες, καὶ μεμῃνότες,
καὶ βακχεύοντες, καὶ τἄλλα δρῶντες, ἃ τὴν τοῦ διδασκάλου
πονηρίαν ἐδήλου.
18.
Θεοδόσιος δὲ, ὁ πιστότατος βασιλεὺς, ταῦτα περιεῖλε
πάντα ὥσπερ ἂν εἰ μηδὲ τὴν ἀρχὴν γεγονότα, καὶ
πλείω χριστιανοῖς ἀντεισηνέγκατο ἕτερα· ἀλλὰ γὰρ τοῦ
κοινοῦ τῶν ἀνθρώπων ἄνωθεν πολεμίου τὰς ἄρκυς διαφυγεῖν
ἁπάσας οὐ ῥᾴδιον· πολλάκις γάρ τις διαδράσας τῆς
ἀσελγείας τὸ πάθος, τῇ τῆς πλεονεξίας ἴσως ἁλίσκεται
παγίδι· εἰ δὲ καὶ ταύτης κρείττων φανείη, ἑτέρωθεν ὑποφύεται
πάλιν τοῦ φθόνου τὸ βάραθρον. κᾂν τοῦτο δὲ πάλιν
ὑπερπηδήσει, τὸ τοῦ θυμοῦ δίκτυον εὑρήσει προκείμενον.
καὶ ἄλλας δὲ μυρίας τοῖς ἀνθρώποις τίθησι παγίδας ὁ
πονηρὸς, ἀγρεύων εἰς ὄλεθρον, καὶ τὰ μὲν πάθη τοῦ σώματος
ὑπουργοῦντα ἔχει ταῖς κατὰ τῆς ψυχῆς τεκταινομέναις
ὑπ' αὐτοῦ μηχαναῖς· μόνος δὲ ἐγρηγορὼς ὁ νοῦς
περιγίνεται τῇ περὶ τὰ θεῖα τροπῇ τῶν μηχανημάτων
διελέγχων τὴν κακουργίαν· τῆς ἀνθρωπείας δὴ οὖν φύσεως
καὶ ὁ θαυμάσιος βασιλεὺς μετασχὼν οὗτος. οὐδὲ τῶν ἐκείνης
παθῶν ἄγευστος ἔμεινεν· ἀλλὰ τις ἀμετρία τῷ δικαῖῳ
θυμῷ προσγενομένη, ἀπηνές τι ὤδινε καὶ παράνομον,
ὥσπερ δὴ οὖν αὐτίκα ῥηθήσεται· οὐ γὰρ κατηγορίαν ἔχει
μόνον τοῦ θαυμάστου βασιλέως, ἀλλὰ καὶ εὐφημίαν μνήμης
ἀξιωτάτην, καὶ μάλιστα τὴν τοῦ γενναίου τούτου Ἀμβροσίου
διαδεχθεῖσαν ἐνταῦθα παῤῥησίαν, καὶ τὸν πολὺν
ἐκεῖνον ᾧ περὶ τὴν εὐσεβείαν ἐκέχρητο ζῆλον· δηλώσει δ'
οὖν ὅμως ὁ λόγος.
19.
Θεσσαλονίκη πόλις ἐστὶ μεγάλη καὶ πολυάνθρωπος
τελοῦσα μὲν εἰς Μακεδόνας· ἡγουμένη δὲ καὶ Θετταλίας
καὶ Ἀχαϊας καὶ ἄλλων πολλῶν ἐθνῶν. ὅσα ὑπὸ τῷ τῶν
Ἰλλυριῶν ὑπάρχῳ κεῖται· στάσεως τοίνυν ἐν αὐτῇ γενομένης,
κατελεύσθησάν τε καὶ κατεσύρησαν τῶν ἀρχόντων
τινὲς, καὶ τὸν βίον αἴσχιστα οὕτω κατέστρεψαν· ὁ οὖν
βασιλεὺς ταῖς τῶν συμβάντων ἀγγελίαις ἁναφλεγεὶς. οὐκ
ἤνεγκε πρᾴως· ἀλλὰ πάντα θυμὸν κατὰ πάντων ἀφεὶς, καὶ
ἄδικα ξίφη γυμνώσας τοὺς ἀθώους μετὰ τῶν ὑπευθύνων
ἀνεῖλεν, ἐπτὰ χιλιάδας, ὃ λέγεται, μὴ δὲ μιᾶς αὐτῷ κρίσεως
ἡγησαμένης.
20.
Ταύτην μαθὼν τὴν δακρύων γέμουσαν συμφορὰν
ὁ μέγας Ἀμβρόσιος, ἀφικόμενον εἰς τὴν Μεδιολάνων τὸν
βασιλέα, καὶ συνήθως εἴσω τοῦ θείου παρελθεῖν βουληθέντα
ναοῦ, πόῤῥωθεν προϋπαντήσας, οὐδὲ τῶν ἱερῶν