PL 23, col. 722

De vitis apostolorum (Auctor incertus), J. P. Migne

τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ
ἐν Σεβαστοπόλει ἐκήρυξε τῇ μεγάλῃ, ὅπου ἐστὶν ἡ παρεμβολὴ
Ἀψάρου, καὶ Φᾶσις ὁ ποταμὸς, ἔνθα οἰκοῦσιν Αἰθίοπες
οἱ ἐσώτεροι. Θάπτεται δὲ ἐν Πάτραις τῆς Ἀχαΐας,
σταυρῷ παραδοθεὶς ὑπὸ Αἰγέα τοῦ βασιλέως Ἐδεσσηνῶν.
Β. Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, ταῖς δώδεκα φυλαῖς ταῖς
ἐν τῇ διασπορᾷ, πᾶσιν ἐκήρυξε τὸ Εὐαγγέλιον τοῦ Κυρίου
ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀνηρέθη δὲ μαχαίρᾳ ὑπὸ Ἡρώδου
Τετράρχου τῶν Ἰουδαίων.
Γ. Φίλιππος ὁ ἀπόστολος ἐν Φρυγίᾳ κυρύσσει τὸ Εὐαγγέλιον
τοῦ Κυρίου Ἰησοῦ, θάπτεται ἐν Ἱεραπόλει μετὰ τῶν
θυγατέρων ἐνδόξως.
Δ. Βαρθωλομαῖος ὁ ἀπόστολος, Ἰνδοῖς, τοῖς καλουμένοις
εὐδαίμοσιν, ἐκήρυξε τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ

τὸ κατὰ Ματθαῖον αὐτοῖς εὐαγγέλιον ἔδωκεν. Ἐκοιμήθη δέ
ἐν Ἀλβανοπόλει τῆς μεγάλης Ἀρμενίας.
Ε. Θωμᾶς ὁ ἀπόστολος, καθὼς ἡ παράδοσις περιέχει,
Πάρθοις καὶ Μήδοις καὶ Πέρσαις καὶ Καρμανοῖς καὶ Ὑρκανοῖς
καὶ Βάκτροις καὶ Μάγοις ἐκήρυξε τὸ Εὐαγγέλιον τοῦ
Κυρίου. Ἐκοιμήθη ἐν πόλει Καλαμίνῃ τῆς Ἰνδικῆς.
ϛ'. Σίμων Καναναῖος, ὁ ἐπικληθεὶς Ἰούδας, ἀδελφὸς Ἰακώβου
τοῦ ἐπισκόπου, ὅστις καὶ τὸν κλῆρον τῆς ἐπισκοπῆς
ἐδέξατο μετὰ τὴν Ἰακώβου τοῦ δικαίου κοίμησιν.
Ἔζησεν ἑκατὸν εἴκοσιν ἔτη. Σταυρῷ δὲ παραδοθεὶς ἐπὶ
Τραϊανοῦ τοῦ βασιλέως, διωγμοῦ μεγάλου κινηθέντος,
ἐκοιμήθη.
Z. Ζ. Ματθίας εἷς ὢν τῶν ἑβδομήκοντα, συγκαταριθμηθεὶς
δὲ μετὰ τῶν ἕνδεκα Ἀποστόλων, ἀντὶ Ἰούδα τοῦ Ἰσκαριώτου

τοῦ προδότου γενομένου, ἐν τῇ δευτέρᾳ Αἰθιοπίᾳ,
ὅπου ἡ παρεμβολὴ Ἀψάρου, καὶ Ὕσσου λιμὴν, ἐκνήρυξε
τὸ Εὐαγγέλιον, ἀγρίοις ἀνθρώποις οὖσι. 960 Καὶ ἐκοιμήθη,
καὶ ἐκεῖ ἐτάφη ἕως τῆς σήμερον.
Η. Τιμόθεος δὲ ὁ ἐπίσκοπος Ἐφέσου κατασταθεὶς ὑπὸ
τοῦ μακαρίου Παύλου, ἐξ ἐθνῶν ἦν, οὐκ, ἐκ περιτομῆς· ᾧ
καὶ πολλὰ μαρτυρεῖ Παῦλος, νουθετῶν τὴν καλὴν ὁμολογίαν
τοῦ δοθέντος αὐτῷ χαρίσματος φυλάξαι, ὃς καὶ ἐνδόξως
ἐκεῖ ἐμαρτύρησεν.
Θ. Τίτος, ἔπίσκοπος Κρήτης, ἐν αὐτῇ καὶ ταῖς πέριξ
νήσοις ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. Ἐκεῖ καὶ ἐκοιμήθη
καὶ ἐτάφη ἐν Κρήτῃ.
Χ. Κρήσκης ἐν Γαλλίαις ἐκήρυξε τὸ Εὐαγγέλιον, καὶ ἐκεῖ

ἐτάφη· Εὐνοῦχος Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ἐν
Ἀραβιᾳ τῆ Εὐδαίμονι, καὶ ἐν Ταπροβάνῃ νήσῳ ἐν τῇ Ἐρυθρᾷ
ἐκήρυξε τὸ Εὐαγγέλιον τοῦ Κυρίου. Λόγος δὲ περιέχει,
ὡς καὶ μεμαρτυρηκέναι αὐτὸν ἐκεῖ, καὶ ἐνδόξως ταφῆναι.

Testo del Corpus Corporum (Università di Zurigo).

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.