PL 66, col. 143
Prolegomena (Gregorius I), J. P. Migne
Θεοῦ Βενέδικτον παρεγένοντο, παρακαλοῦντες αὐτὸν καὶ
λέγοντες· « Πάτερ τίμιε, δύσκολον ἡμῖν ἐστι διὰ τὴν τοῦ
ὅρους ἀμφίκρημνον διάβασιν ἕως τοῦ λάκκου κατέρχεσθαι,
καὶ τὴν τοῦ ὕδατος χρείαν πορίζεσθαι· ἐπάναγκες
οὖν ἐστι μετοικῆσαι τὰ μοναστήρια, ἵνα μή τινες τῶν
ὰδελωῶν ὀλισθήσαντες βιαίῳ θανάτῳ περιπέσωσιν. » Οὓς
παραινετικοῖς τε καὶ παρακλητικοῖς λόγοις ἐπαλείψας
ἀπέλυσεν. Αὐτῇ δὲ τῇ νυκτὶ παραλαβὼν νεανίαν τινὰ μεθ·
ἑαυτοῦ Πλάκιδον τοὔνομα, οὗ καὶ τὸ πρὶν μνείαν ἐποιησάμην,
ἀνῆλθεν ἐν τῷ αὐτῷ τοῦ ὄρους δυσβάτῳ κρημνῷ,
καὶ αὐτόθι ἐν τῇ πρὸς Θεὸν δεήσει προσκαρτερήσας, ἀναστὰς
ἀπὸ τῆς προσευχῆς, καὶ τρεῖς ἀράμενος λίθους, ἐν
αὐτῷ τῷ τόπῳ ἀπὸ διαστήματος ἔθετο, καὶ πάντων
ἀγνοούντων τὸ γεγονὸς θαῦμα ἐν τῷ ἑαυτοῦ ὑπέστρεψε
κελλίῳ. Τῇ δὲ ἐπαύριον παρεγένοντο πρὸς αὐτὸν οἱ προειρημένοι
ἀδελφοὶ διὰ τὴν προτέραν τοῦ ὕδατος αἴτησιν· ὁ
δὲ ὅσιος πρὸς αὐτοὺς εἶπεν· « Ἀνέλθετε, τέκνα, ἐν ἐκείνῳ τῷ
κρημνῷ ἐν ᾧ εὑρήσετε τρεῖς λίθους ὕπερθεν ἀλλήλων
κειμένους, καὶ ἐν αὐτῷ τῷ τόπῳ ὀρύξατε· δυνατὸς γάρ
ἐστιν ὁ παντοδύναμος Θεὸς καὶ ἐν ἐκείνῳ τῷ ὕψει τοῦ ὄρους ὕδωρ ὑμῖν δαψιλὲς παρασχεῖν. καὶ τὴν ἐπίμοχθον δυσκολίαν
τῆς ὁδοῦ ῥᾳδίαν ποιῆσαι. » Οἱ δὲ ἀπελθόντες ἐν τῷ τοῦ ὄρους κρημνῷ εὗρον οὕτως καθὼς ὁ Πατὴρ εἶπεν, ἐν ᾧ
τόπῳ ἡ τοῦ ὄρους ἄνυδρος σκληρότης ἰκμάδας τινὰς καὶ ἱδρῶτας ὕδατος ἀνέπεμπεν. Ποιήσαντες οὖν ὄρυγμα
μέγα παραυτὰ ὑδάτων πλῆθος ἀνέβλυσεν, ἅπερ μέχρι τοῦ νῦν ἀφθόνως ὑπερχεῖται, τὴν τοῦ ἁγίου θαυματουργίαν
εἰς τὸ διηνεκὲς πᾶσι δεικνύοντα· ἡ δὲ τῶν ὑδάτων περισσεία ὑπὸ τὸ ὄρος διεκτρέχουσα φαίνεται.
CAPUT V. De aqua viri Dei oratione in montis vertice ex petra producta.
Ἄλλοτε πάλιν ἀνήρ τις τῷ μὲν γένει Γότθος, πτωχὂς δὲ
τῷ πνεύματι, ἐν ἐπιστροφῇ μετανοίας πρὸς τὸν ἡγιασμένον
Βενέδικτον παρεγένετο, ὃν ὁ ἄνθρωπος τοῦ Θεοῦ
προθύμως ὑπεδέξατο. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν ἐκέλευσεν ὁ
ἅγιός τινι τῶν ἀδελφῶν δοῦναι αὐτῷ σιδηροῦν ἐργαλεῖον,
ὅπερ ἐπιχωρίως ὀνομάζεται ξυλοκόπιν πρὸς τὸ ἐκκαθάραι
ἀκανθώδη καὶ φρυγανώδη τόπον, εἴ πως δυνηθῶσι
γεωργῆσαι κῆπον τοῖς ἀδελφοῖς· ὁ δὲ τόπος ἐκεῖνος, ὃν
ἐπὶ τῷ καθάραι Γότθος ἐδέξατο, ὑπεράνωθεν τοῦ λάκκου
ἦν· ἡνίκα δὲ ὁ Γότθος τὰ τῶν ἀκανθῶν δάση, τῇ τοῦ πατρὸς
πειθόμενος ὑπακοῇ, δυνάμει ἐξέκοπτε, τὸ σιδηροῦν
ἐργαλεϊον ἐκ τοῦ συμβεβηκότος ἐν τοιούτῳ βάθει τοῦ λάκκου
πέπτωκεν, ἐν ᾧ οὐκ ἦν προσδοκία τῆς εὑρέσεως αὐτοῦ.
Ὁ δὲ προῤῥηθεὶς Γότθος πρὸς Μαῦρον τὸν μοναχὸν
ἔδραμεν, καὶ τὸ συμβὰν ἀνήγγειλεν αὐτῷ, καὶ ὑπὲρ τοῦ
σφάλματος μετάνοιαν ἐξῃτεῖτο. Ὁ δὲ μοναχὸς Μαῦρος
σπουδαίως τὸ γεγονὸς ἀνήγγειλε τῷ ἀνθρώπῳ τοῦ Θεοῦ.
Ὁ δὲ θαυματουργὸς οὗτος ἀνὴρ ταῦτα ἀκούσας, ἦλθεν εἰς
τὸν τόπον ἐν ᾧ ἦν πεσὸν τὸ σιδήριον, καὶ ἄρας τὸ μανούβριον
ἐκ τῶν τοῦ Γότθου χειρῶν, καὶ τούτου τὸ μέρος ἐν
ᾧ ἧν καθηλωμένον τὸ ἐργαλεῖον ἐν τῷ λάκκῳ χαλάσας,
εὐθέως ἐκ τοῦ βυθοῦ τοῦ ὕδατος τὸ ἐργαλεῖον ἀνελθὸν,
εἰσῆλθεν ἐν τῷ ἑαυτοῦ τόπῳ. Ὅπερ ἀκανθοκόπον ἐργαλεῖον
ἀπέδωκεν ὁ ἅγιος τῷ Γότθῳ, εἰπών· « Ἰδοὺ τὸ ἐργαλεῖον, δεξάμενος τοῦτο, ἐργάζου, καὶ μηδὲν λυπηθῇς
CAPUT VI. De ferro ex profundo aquae ad manubrium reverso.