PL 66, col. 195
Prolegomena (Gregorius I), J. P. Migne
ὥστε μετὰ τὴν εὐχὴν ἡ τοῦ ὕδατος ἐπηκολούθησε
κίνησις. Τοσαύτη δὲ τῆς εὐχῆς ἦν ἡ δύναμις, ὥστε τὴν
ἑαυτής κεφαλὴν ἐκ τῆς τραπέζης μετὰ τοῦ τῆς βροντῆς
ἤχου ἀναστῆσαι, καigvgr; ἐν μιᾷ καιροῦ ῥοπῇ τὴν τῶν ἀμφοτέρων
γενέσθαι συνέλευσιν, τήν τε τῆς κεφαλῆς τῆς ἱερᾶς
παρθένου ἀνάνευσιν, καὶ τὴν τοῦ ὑετοῦ κατένεγξιν. Ὁ δὲ
μακάριος κατανοήσας μὴ δύνασθαι ἑαυτὸν ἐπὶ τὸ μοναστήριον ἐπιστρέφειν, διὰ τὴν τῶν ἀστραπῶν καὶ βροντῶν
ταραχὴν, καὶ τὴν τοσαύτην τοῦ ὑετοῦ ἐπίκλυσιν, λυπηθεὶς
εἶπε πρὸς τὴν ἑαυτοῦ ἀδελφήν· « Συγχωρήσῃ σοι ὁ παντοδύναμος
Θεὸς, ἀδελφή. Τί ὲστιν ὃ ἐποίησας; » πρὸς ὃν
ἀποκριθεῖσα, εἶπεν· « Ἰδοὺ παρεκάλεσά σε, καὶ ὑπακοῦσαί
μου οὐκ ἠθέλησας. Παρεκάλεσα τὸν κύριόν μου, καὶ εἰσήκουσέ
μου· ἀρτίως λοιπὸν ἐὰν δύνησαι ἔξελθε, κἀμὲ καταλείψας
εἰς τὸ μοναστήριον ἄπελθε. » Αὐτὸς οὗν ἔξω τοῦ
οἴκου προκύψαι μὴ δυνάμενος, ἑκουσίως ἐν τῷ τόπῳ μεῖναι
μὴ ἀνασχόμενος, ἀκουσίως ἔμεινε παρ' αὐτῇ. Πᾶσαν
δὲ τὴν νύκτα ἐκείνην ἀγρυπνοῦντες διετέλεσαν ἐν τοῖς τῆς
αἰωνίου ζωῆς ῥήμασι, καigvgr; τοῖς τῶν θεοπνεύστων γραφῶν
διηγήμασιν ἑαυτοὺς ἐμπλήσαντες. Ἰδοὺ οὖν περὶ τούτου
εἴρηκα θελῆσαι αὐτὸν ποιῆσαί τι καὶ μὴ ἰσχύσαι. Ἐὰν δὲ τοῦ σεβασμίου τούτου πατρὸς τὸ θέλημα κατανοήσωμεν,
οὐχ εὑρίσκομεν τοῦτον διστάσαντα. Αὐτὴν γὰρ τὴν εὐδίαν ἤθελε διαμεῖναι, ἥνπερ συνέβη εἶναι, ὅτε ἀπὸ τῆς μονῆς
κατῆλθε πρὸς τὴν ὁσιωτάτην αὑτοῦ ἀδελφήν. Ἀλλὰ τὸ ἐναντίον γέγονεν, ὅπερ ἠθέλησε διὰ τῆς τοῦ Θεοῦ δυνάμεως ἐν
τῇ ἑαυτοῦ ἱερωτάτῃ παρθένῳ καὶ ἀδελφῇ θαῦμα. Θαυμαστὸν γὰρ ὄντως ἐστὶν, ὅτι ἡ παρθένος ἐν ἐκείνῳ τῷ καιρῷ πλεῖον
αὐτοῦ ἠδυνήθη, ἥτις μεγάλως τὸν ἀδελφὸν ἐπεπόθει θεάσασθαι. Κατὰ γὰρ τὴν Ἰωάννου φωνὴν « ὁ Θεὸς ἀγάπη ἐστίν. »
Δικαίᾳ οὖν πάνυ τῇ κρίσει πλεῖον ἐδυνήθη ἐκείνη, ἥτις πλεῖον ἠγάπησεν.
ΠΕΤΡ. Ὁμολογῶ, καὶ πάνυ μοι ἀρέσκει ὃ λέγεις.
CAPUT XXXIII. De miraculo Scholasticae sororis ejus.
ΓΡΗΓΟΡΙΟΣ. Τῇ οὖν ἑξῆς ἡμέρᾳ ἡ αὐτὴ σεβάσμιος παρθένος
εἰς τὸ ἑαυτὴς κελλίον ἀνεχώρησεν Ὡσαύτως δὲ καὶ
ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐν τῷ μοναστηρίῳ αὑτοῦ ὑπέστρεψε.
Καὶ ἰδοὺ μετὰ τρίτην ἡμέραν ἐν τῷ ἑαυτοῦ κελλίῳ ἑστὼς,
ἐπάρας ἐν τῷ ἀέρι τοὺς ὀφθαλμοὺς, εἶδε τῆς ὁσίας αὑτοῦ
ἀδελφῆς τὴν ἁγίαν ψυχὴν ἐκ τοῦ σώματος αὐτῆς ἐν εἴδει
περιστερᾶς ἐξελθοῦσαν, καὶ ἐπὶ τὰ τοῦ οὐρανοῦ μυστήρια ἀναληφθεῖσαν. Ὅστις τῇ τοσαύτῃ δόξῃ αὐτῆς συγχαιρόμενος,
τῷ παντοδυνάμῳ Θεῷ ἐν ὕμνοις καὶ αἴνοις εὐχαριστίας
ἀπέδωκε, καὶ τὴν αὐτῆς τελείωσιν τοῖς ἀδελφοῖς
ἐμηνυσεν. Οὓς καὶ ἀπέστειλεν εὐθέως, ἴνα τὸ σεμνὸν αὐτῆς
καὶ τίμιον σῶμα εἰς τὸ μοναστήριον ἀγάγωσιν, καὶ ἐν τῷ
μνήματι ὃ ἦν ἑαυτῷ ἑτοιμάσας, θάψωσιν. Ὧν γὰρ ὁ
νοὺς ἐν ἁγίῳ πνεύματι ἡνωμένος ἦν ἐπ' ἀλλήλοις, καὶ
πρὸς Θεὸν διαπαντὸς ἀνατεταγμένος ὑπῆρχεν, τούτων τὰ πανίερα σώματα οὔτε ἡ ταφὴ χωρίσαι ἠδύνατο.
CAPUT XXXIV. De anima sororis ejus visa qualiter e corpore sit egressa.