PL 77, col. 190

Dialogi (Gregorius I), J. P. Migne

ΠΕΤΡ. Θέλω, καὶ τοῦτο παντὶ τρόπῳ αἰτῶ.
CAPUT IX. De Bonifacio Ferentinae civitatis episcopo.
GREGORIUS. Fuit vir vitae venerabilis Bonifacius
nomine, qui in ea civitate quae Ferentis dicitur
episcopatum officio tenuit, et moribus implevit
[( Martyrol. 14 Maii )] . Hujus multa miracula is qui adhuc
superest Gaudentius presbyter narrat. Qui nutritus
in ejus obsequio, tanto valet de illo quaeque
veracius dicere, quanto eis hunc contigit interesse.
Hujus Ecclesiae gravis valde paupertas inerat, quae
bonis mentibus esse solet custos humilitatis, nihilque
aliud ad omne stipendium, nisi unam tantummodo
vineam habebat: quae quodam die ita grandine irruente
vastata est, ut in ea paucis in vitibus vix parvi

ΓΡΗΓΟΡΙΟΣ. Ἀνήρ τις ὑπῆρχεν ἐναρέτου πολιτείας Βονιφάτιος τοὔνομα ἐν τῇ Φερνήτῃ λεγομένῃ πόλει. Ὅς
τις τὴν ταύτης ἐπισκοπὴν πᾶσι τρόποις χρηστότητος
κατεκόσμησε. Περὶ τούτου πολλὰ θαυμάσια διηγεῖται
Γαυδέντιος ὁ πρεσβύτερος, ὅς τις καὶ νῦν περίεστιν ὁ
ἐν τῇ αὐτοῦ ὑπουργίᾳ ἀνατραφείς. Τοσαῦτα γὰρ περὶ
αὐτοῦ ἐπ' ἀληθείας δύναται λέγειν, ὅσα καὶ ὄψει παρὼν
ἐθεάσατο. Τούτου τὴν ἐκκλησίαν σφοδροτάτη πτωχεία
κατεῖχεν· τοῖς δὲ ἀγαθοῖς λογισμοῖς συνεῖναι διαπαντὸς
εἴθιστο, φυλακτήριον τούτους τῆς ταπεινοφροσύνης
κεκτημένος. Οὐδὲν δὲ ἕτερον εἰς πᾶσαν διοίκησιν εἶχεν,
εἰ μὴ ἕνα καὶ μόνον ἀμπελῶνα. Ἐν μιᾷ δὲ ἡμέρᾳ χαλάζης

ἐπελθούσης, καὶ αὐτὸς κατελύθη, ὥστε μὴ ἀπομεῖναι ἐν
αὐτῷ σταφυλὴν, εἰ μὴ ὅπου καὶ ἓν βοτρύδιον εἰς ἀραιὰ
κλήματα, εἰς ὃν ὁ προλεχθεὶς εὐλαβέστατος ἀνὴρ Βονιφάτιος
ὁ ἐπίσκοπος εἰσελθὼν, εὐχαριστηρίους ὕμνους τῷ
παντοδυνάμῳ Θεῷ ἀνεπεμψε, καὶ τοι ἐν τοιαύτῃ πτωχείᾳ
καὶ στενώσει ὑπαρχων. Ὅτε δὲ λοιπὸν ὁ καιρὸς κατέλαβε
τοῦ ὡριμάσαι αὐτοὺς τοὺς ἐναπομείναντας ὀλίγους
βότρυας, φύλακα τοῦ ἀμπελῶνος κατὰ τὸ ἔθος κατέστησε·
καὶ τοῦτον ἀλρύπνῳ φυλακῇ τηρεῖσθαι ἐκέλευσεν. Ἐν
μιᾷ δὲ ἡμέρᾳ Κωνσταντίῳ τῷ πρεσβυτέρῳ τῷ ἑαυτοῦ
ἀνεψιῷ, προσέταξεν, ὅπως ὅλα τὰ ἐν τῷ ἐπισκοπίῳ τοῦ
οἴνου σκεύη πληθυνθῶσι, καὶ πισσοθῶσι, καθὼς ἔθος
ὑπῆρχεν. Ὅπερ ὁ πρεσβύτερος ὁ αὐτοῦ ἀνεψιὸς ἀκούσας,
λίαν ἐθαύμασεν, ὅτι οἶνον μὴ ἔχων, τὰ σκεύη τοῦ οἶνου
ἑτοιμάσαι ἀνυγιῶς ἐκέλευσεν. Οὐ μέν τοί γε ἐπετόλμησεν

ἐκζητῆσαι, διατί τοιαῦτα προσέταξεν, ἀλλὰ τῇ κελεύσει
αὐτοῦ ὑπακούσας, πάντα κατὰ τὸ ἔθος ἡτοίμασε. Τότε ὁ
ἄνθρωπος τοῦ Θεοῦ εἰς τὸν ἀμπελῶνα εἰσελθὼν, τὴν εὑρεθεῖσαν
σταφυλὴν συνάξας, εἰς τὴν ληνὸν ἀπήγαγεν, καὶ
πάντας ἐκεῖθεν ἐξελθεῖν κελεύσας, μόνος μετὰ ἑνὸς
σεμνοῦ παιδαρίου ἔνδον ἀπέμεινεν. Ἐν δὲ τῇ ληνῷ τὸ παιδίον
βαλὼν, πατηθῆναι αὐτοὺς τοὺς ὀλίγους βότρυας πεποίηκεν.
Ἡνίκα δὲ ἐξ αὐτῶν οἶνος ὀλίγος προελθεῖν ἤρξατο,
τοῦτον ὁ τοῦ Θεοῦ ἄνθρωπος ταῖς ἰδίαις χερσὶν ἐν
σεμνοτάτῳ ἀγγείῳ δεξάμενος, εἰς ὅλα τὰ ἑτοιμασθέντα
σκεύη εὐλογίας χάριν διεμέρισεν· ὥστε μόλις πάντα τὰ
ἀγγεῖα ἐκ τοῦ αὐτοῦ 186 οἴνου πιανθῆναι. Μετὰ δὲ τὸ
βληθῆναι ἐν ἅπασι τοῖς ἀγγείοις ταύτην τὴν εὐλογίαν,
καλέσας τὸν πρεσβύτερον, παρευθὺ τοὺς πτωχοὺς παραγενέσθαι
ἐκέλευσε. Τότε ἤρξατο ὁ οἶνος ἐν τῇ ληνῷ αὐξάνειν,

ὥστε ἅπαντα τὰ ἐνεχθέντα τῶν πτωχῶν ἀγγεῖα
γεμισθῆναι. Τοῦτο οὖν θεασάμενος καὶ πληροφορηθεὶς, τὸ
παιδίον ἐκ τῆς ληνοῦ ἐκέλευσεν ἀνελθεῖν· τὴν δὲ ἀποθήκην
κλείσας, καὶ τὴν ἰδίαν σφραγίδα ἐπιθέμενος, μετὰ ἀσφαλείας
κατέλιπε, καὶ εὐθέως ἐν τῇ ἐκκλησίᾳ ὑπέστρεψε.
Μετὰ δὲ τρίτην ἡμέραν, τὸν προλεχθέντα Κωνστάντιον

Testo del Corpus Corporum (Università di Zurigo).

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.