PL 77, col. 191
Dialogi (Gregorius I), J. P. Migne
τὸν πρεσβύτερον καλέσας, καὶ εὐχὴν ποιήσας, τὴν ἀποθήκην
ἤνοιξε. Τὰ δὲ σκεύη ἐν οἷς ὁ ἐκπιεσθεὶς ὀλίγος οἶνος
ἐβλίθὴ, δαψιλῶς τὸν οἶνον ἐκχύνοντα εὗρεν· ὥστε εἰ
ἐδέησε τὸν ἐπίσκοπον ὀλίγον βραδύναι τοῦ εἰσελθεῖν, τὴν
γῆν τῆς ἀποθήκης πᾶσαν ἐπὶ τοῦ ὑπερεκχεομένου οἴνου
σκεπασθῆναι. Τότε τῷ πρεσβυτέρῳ μετὰ αὐστηρότητος
ἐκέλευσεν, ἵνα μηδενὶ τὸ θαῦμα τοῦτο ἐξείπῃ, ἕως οὗ ὁ
ἐπίσκοπος ἐκ τῆς παρούσης ζωῆς μετέλθῃ, φοβούμενος
μή πως ἐν τῇ γεγονυίᾳ δυνάμει τοῦ θαύματος, διὰ τοῦ
τῶν ἀνθρώπων ἐπαίνου, βλάβην τινὰ ὑπομείνῃ· πάνυ
γὰρ τὰς πράξεις τὰς ἀγαθὰς ὁ τῶν ἀνθρώπων ἔπαινος
παραβλάπτειν εἴωθεν· καὶ ἐν τούτῳ τῷ τοῦ διδασκάλου
ὑποδείγματι ἐξακολουθῶν, ὅστις ἡμᾶς ἐν τῇ ταπεινῇ ὁδῷ τῆς ταπεινοφροσύνης ὁδηγῶν, τοῖς ἑαυτοῦ μαθηταῖς
ἐνετείλατο, λέγων, περὶ ὦν ἐθεώρουν σημείων, ἵνα μηδενὶ εἴπωσιν, ἕως οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἁναστῇ
ΠΕΤΡ. Προφάσεως εὐκαίρου ἀναφανείσης, ἐπιζητῆσαι
θέλω τί βούλεται εἶναι, ὅτι ὁ λυτρωτὴς ἡμῶν Θεὸς, ἐν
ὅσῳ τοῖς δυσὶ τυφλοῖς τὸ φῶς ἐχαρίσατο, ἐκέλευσεν
ὅπως μηδενὶ εἴπωσιν· ἐκεῖνοι δὲ ἀπελθόντες, διεφήμισαν
αὐτὸν ἐν πάσῃ τῇ γῇ ἐκείνῃ; μή τί γε ὁ μονογενὴς τοῦ
πατρὸς Υἱὸς, καὶ τοῦ ἁγίου πνεύματος συναΐδιος ἐν τούτῳ
τῷ πράγματι θέλημα εἶχεν, ὅπερ οὐκ ἠδυνήθη πληρῶσαι·
ὥστε τὸ θαῦμα, ὅπερ σιωπηθῆναι ἤθελε, μηδαμῶς δυνηθῆναι ἀποκρυβῆναι.
ΓΡΗΓ. Ὁ λυτρωτὴς ἡμῶν Θεὸς, διὰ τοῦ θνητοῦ σώματος,
ἕκαστον ὅπερ εἰργάσατο, ἡμῖν ὑπόδειγμα πράξεως
παρέσχετο· ἵνα καὶ ἡμεῖς δυνάμεις σημείων ἐργαζόμενοι,
τρόπῳ τοιούτῳ τοῖς ἴχνεσιν αὐτοῦ ἐπακολουθοῦντες,
ἀπροσκόπτῳ ποδὶ ἐν τοῖς τῆς παρούσης ζωῆς
ἔργοις ὁδεύσωμεν, θαυμασίως νομοθετήσας, καὶ ἡσυχάζειν
κελεύσας, καὶ μᾶλλον σιωπηθῆναι οὐκ ἠδυνήθη· ὥστε
λοιπὸν καὶ τοὺς ἐκλεκτοὺς τοὺς τῷ ὑποδείγματι τῆς αὐτοῦ
διδασκαλίας ἀκολουθοῦντας, ἐν οἷς ἐργάζονται μεγίστοις
θαύμασι, κρυβῆναι μὲν ταῦτα, πρόθεσιν ἔχειν, ἀλλ' ἵνα
καὶ ἕτεροι ὠφεληθῶσι, φανερὰ καθίστανται· τοῦτο δὲ καὶ
ταπεινοφροσύνη μεγίστη ὑπάρχει, ὄτι τὰ ἔργα αὐτῶν
κρυβῆναι θέλουσι, καὶ ὠφέλειαν μείζονα ἐν τῷ ταῦτα σιωπηθῆναι
μὴ δύνασθαι. Οὐδαμῶς δέ τι ὁ κύριος γενέσθαι
ἠθέλησεν, ὅπερ ποιῆσαι οὐκ ἠδυνήθη· εἴ τι δὲ περὶ αὐτοῦ
λέγεται θελῆσαι, καὶ μὴ θελῆσαι, σωματικῶς αὐτοῦ
τοῖς ἀνθρώποις ἐπιδημοῦντος, εἰς ἡμετέραν διδασκαλίαν
ὑπόδειγμα δέδωκεν.
ΠΕΤΡ. Ἀρέσκει ὃ λέγεις.
ΓΡΗΓ. Ἀκμὴν ὀλίγα τινὰ τῶν ἔργων Βονιφατίου τοῦ
ἐπισκόπου, ἅπερ κατελείψαμεν, οὗτινος μνείαν ἐποιησάμεθα,
διεξελθεῖν δίκαιον ἡγοῦμαι. Ἐν ἄλλῳ τοίνυν καιρῷ
τοῦ μακαρίου Προκούλου τοῦ μάρτυρος ἡ τῆς ἑορτῆς
ἐπλησίαζεν ἡμέρα. Ἐν αὐτῷ δὲ τῷ τόπῳ ἀνήρ τις εὐγενέστατος
κατῴκει, Φορτουνᾶτας τοὔνομα· ὅστις τῷ σεβασμίῳ
τούτῳ ἀνδρὶ πολλὴν ἱκεσίαν προσήγαγεν, ἵνα τὴν
λειτουργίαν ἐπιτελοῦντος αὐτοῦ τῆς τοῦ μακαρίου μάρτυρος 187
ἑορτῆς, εὐλογίαν ἐν τῷ οἴκῳ αὐτοῦ ἐπικλίνη