PL 77, col. 247

Dialogi (Gregorius I), J. P. Migne

ἀδελφοὶ, παύσασθε λοιπὸν, πολὺ γὰρ ἐκάμετε. Ἐνέγκας δὲ τροφὰς, μετὰ τὸν τοσούτου καμάτου κόπον, τούτους
εὐφρανθῆναι πεποίηκε. Κορεσθέντων δὲ αὐτῶν, εἶπεν αὐτοῖς· Μὴ θελήσατε τοῦ λοιποῦ κακὸν πράξαι, εἴτι δὲ
χρείαν ἐκ τοῦ κήπου ἔχετε, διὰ τῆς εἰσόδου ἐλευθερίως ἐρχόμενοι αἰτήσασθε, καὶ μετ' εὐλογίας λάβετε, ἀπὸ δέ
τῆς τοῦ κλέμματος ἁμαρτίας ἐνδόσατε. Παρευθὺ δὲ λάχανα συναχθῆναι κελεύσας, τούτους φορτωθῆναι πεποίηκε.
Γέγονε δὲ ὥστε οἱ εἰς τὸν κῆπον ἐπὶ τὸ κλέψαι ἐλθόντες, σὺν τῷ μισθῷ τοῦ καμάτου αὐτῶν ἐμπεπλησμένοι,
καὶ ἀβλαβεῖς ὑποστρέψωσιν.
Ἐν ἄλλῳ τοίνυν καιρῷ, ξένοι τινὲς πρὸς αὐτὸν ἐλεημοσύνην
ζητοῦντες παρεγένοντο, ῥακώδη ἱμάτια ἠμφιασμένοι·
ὥστε γυμνοὺς αὐτοὺς θεωρεῖσθαι. Τούτων δὲ ἱμάτια παρ' αὐτοῦ αἰτουμένων, μυστικῶς αὐτῶν λαλούντων,
ὁ ἄνθρωπος τοῦ Θεοῦ ἀκήκοεν, ὅστις ἕνα τῶν μαθητῶν
αὐτοῦ προσκαλεσάμενος, μυστικῶς ἐκέλευσεν αὐτῷ,
λέγων· Ἄπελθε ἐν ἐκείνῃ τῇ, ὕλῃ, εἰς τόνδε τὸν τόπον,
καὶ εὑρήσεις δένδρον ὑπόκουφον, ἐν αὐτῷ ἐρεύνησον,
καὶ ἅπερ εὑρήσεις ἱμάτια ἄγαγέ μοι. Ἀπελθὼν δὲ ὁ ἄδελφὸς
καθὼς ἐπετράπη, καὶ ἐπιζητήσας, εὗρε τὸ δένδρον
καὶ τὰ ἱμάτια. Ταῦτα δὲ ἀγαγὼν, κατ' ἰδίαν τῷ διδασκάλῳ.
δέδωκεν. Ἅπερ ὁ τοῦ Θεοῦ ἄνθρωπος δεξάμενος, τοῖς
ξένοις, οἵτινες ὡς δῆθεν γυμνοὶ ἱμάτια ᾐτοῦντο, ταῦτα
δέδωκεν, εἰπὼν πρὸς αὐτοὺς· Ἐπειδὴ γυμνοὶ ὑπάρχετε,
λάβετε ταῦτα καὶ ἐνδύσασθε. Θεασάμενοι οὖν αὐτὰ ἐκεῖνοι,

καὶ ἐπιγνοῦντες, ὅτι ἅπερ ἔκρυψάν εἰσι, μεγίστη
ἐντροπὴ αὐτοὺς κατέσχεν. Ἐν ὅσῳ δὲ μετὰ δόλου ἱμάτια
ἀλλότρια ἐζήτουν, καταισχυνόμενοι τὰ ἴδια ἀπέλαβον.
Ἐν ἄλλῳ πάλιν καιρῷ ταῖς τούτου εὐχαῖς ἑαυτόν τις
παρατιθέμενος, δύο σπυρίδας ἄρτων πλήρεις αὐτῷ ἀπέστειλεν·
ὁ δὲ αὐτὸς παῖς τὴν μίαν ἐξ αὐτῶν ἐν τῇ ὁδῷ
ἀπέκρυψε, τὴν δὲ ἑτέραν πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ
ἀπήγαγε· καὶ τὴν αἴτησιν τοῦ ἀποστείλαντος αὐτὸν
ἀνήγγειλε, τοῦτον διὰ τῶν δώρων τῇ εὐχῇ αὐτοῦ παρατιθέμενος.
Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος, ἱλαρῶς ταῦτα δεξάμενος,
τὸν αὐτὸν παῖδα νουθετῶν, ἔφη· Χάριν ἔχω μὲν,
ἀλλὰ βλέπε τὴν σπυρίδα ἣν ἐν τῇ ὁδῷ ἔθηκας, μὴ τολμήσῃς
ἀφυῶς αὐτῇ ἐγγίσαι, εὐσυνέτως δὲ μᾶλλον, ἐπειδὴ
ὄφις ἐν αὐτῇ εἰσῆλθε, καὶ ἐὰν ἀφυῶς ταύτην ἐπᾶραι θελήσῃς,
μέλλεις ὑπὸ τοῦ ὄφεως δηχθῆναι. Τούτοις δὲ τοῖς

λόγοις σφόδρα ὁ παῖς καταισχυνθεὶς, πάλιν ἠγαλλιάσατο,
ὅτι τὸν θάνατον ἀπέφυγε. Κᾂν γὰρ στυγνὸς πρὸς ὀλίγον
ἐγένετο διὰ τὴν αἰσχύνην, πλὴν ὅμως σωτηριώδη βάσανον
ταύτην ἐδέξατο. Ὑποστρέψας δὲ εἰς τὴν σπυρίδα,
καθὼς ὁ τοῦ Θεοῦ ἄνθρωπος προεῖπεν, εὗρεν, ὅτι ὄφις
ταύτην ἐπεκράτει. Οὗτος τοίνυν τῇ δυνάμει τῆς ἐγκρατείας,
καὶ τῇ τοῦ προφητικοῦ πνεύματος χάριτι καταλαμπόμενος,
πάντα τὰ παρερχόμενα πράγματα καταλείψας,
πάνυ καρτερικὸς ἐν τῇ εὐχῇ ὑπῆρχεν, ὥς τε
μεγάλως ἐν τούτῳ διαπρέπειν αὐτόν. Ἓν δὲ ἐν αὐτῷ
πρᾶγμα μεμπτέον νομιζόμενον εἶναι ἐθεωρεῖτο. Τοσαύτη
γὰρ εὐφροσύνη συνεχῶς ἐν αὐτῷ ὑπῆρχεν, ὅτι εἰ μή τις αὐτὸν ἐγίνωσκε τοσαύταις δυνάμεσιν ἔμπλεον εἶναι, οὐδαμῶς
περὶ αὐτοῦ ἐπίστευσεν.
ΠΕΤΡ. Τὶ τοῦτο εἶναι λέγομεν, αἰτῶ σε; Οἰκείᾳ προθέσει
χαυνότερον τὸν τῆς εὐφροσύνης χαλινὸν ἐπῇρε, ἢ
τοσαύταις δυνάμεσιν αὐξάνων, καὶ τῆς τούτου ψυχῆς
ἐπιλαμπομένης, πρὸς τὴν παροῦσαν χαρὰν παρεσύρετο;

Testo del Corpus Corporum (Università di Zurigo).

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.