PL 77, col. 250
Dialogi (Gregorius I), J. P. Migne
ΓΡΗΓΟΡ. Μεγάλη, Πέτρε, ὑπάρχει τοῦ παντοδυνάμου
Θεοῦ ἡ οἰκονομία. Ὅθεν πολλάκις συμβαίνει, ὅτι μεγάλα 307 ἀγαθά τισι παρέχουσα, παραχωρεῖ ἐν τούτοις
καὶ μικρὰ ἐλαττώματα ὑπολείπεσθαι, ἵνα πάντοτε αὐτῶν
ἡ ψυχὴ ἔχῃ ὅθεν ὀφείλει ἑαυτὴν ὑποπιέζειν· ἵνα ἐν ὅσῳ
ὑπολαμβάνουσι τέλειοι εἶναι, καὶ εὑρίσκουσιν ἑαυτοὺς ἐν
ἐλαττώμασιν ὄντας, κάμνωσι λοιπὸν ἐν τούτοις, οἷσπερ
οὐκ ἔλαβον. Οὐδὲ γὰρ κοπιῶντες δι' ἐκείνων τῶν κατορθωμάτων, ὧνπερ λαβόντες ἔχουσι, δύνανται τῶν ἐλαττωμάτων
κατισχύσαι, ἵνα μὴ ὑπεραίρωνται. Ἐκ τούτου
οὖν ἐπιγινώσκουσιν,
ὅτι οὐδὲ τὰς μεγίστας ἀρετὰς ἀφ'
ἑαυτῶν ἔχουσιν, οἵτινες μικρὰ καὶ οὑδαμινὰ σφάλματα
νικῆσαι οὐ δύνανται. Τοιοῦτόν τι γάρ ἐστι καὶ τὸ ἐν τῇ
θείᾳ γραφῇ κείμενον, εἰσαγαγὼν γὰρ ἐν τῇ γῇ τῆς ἐπαγγελίας
τὸν λαὸν τοῦ Ἰσραὴλ ὁ κύριος, πάντας τοὺς ἐν δυνάμει
καὶ ἰσχῦϊ ἀντιδίκους αὐτῶν ἐξωλόθρευσεν. Ἐκ δὲ
τῶν Φιλισταίων καὶ Χαναναίων τέως διεφύλαξεν, ἵνα,
καθὼς γέγραπται, ἐν αὐτοῖς σωφρονισθῇ ὁ Ἰσραήλ. Οὐ
γὰρ πάντοτε, καθὼς ἐῤῥέθη αὐτοῖς περιεπάτουν. Καὶ διὰ
τοῦτο οἷς μέγιστα δῶρα παρέσχεν, καὶ μικρά τινα ἐλαττώματα
τούτοις κατέλιπεν· ἵνα πάντοτε ἔχωσι μεθ' ὧν
πόλεμον κροτήσωσιν, καὶ μεγίστων ἐχθρῶν παρ' αὐτῶν
νικηθέντων, τῷ λογισμῷ μὴ ἐπαρθῶσιν, ὅταν αὐτοὺς
ἀκμὴν οἱ ἀντίδικοι καί τοι μικροὶ ὄντες ἀνθιστάμενοι θλίβωσιν.
Θαυμαστῷ δὲ τρόπῳ τοῦτο γίνεται, ὅπως ὁ εἷς
καὶ ὁ αὐτὸς λογισμὸς, τῇ μὲν δυνάμει ἀναθάλλῃ, τῇ δὲ
ἀσθενείσᾳ ἀτονήσῃ· ὥστε ἐκ μέρους ᾠκοδομημένον ἑαυτὸν
θεώμενος, ἐκ μέρους δὲ πάλιν καταπίπτοντα, διὰ τοῦ ἀγαθοῦ,
οὗπερ ζητεῖ ἐπιτυχεῖν, καὶ οὐ δύναται ἐκεῖνο, ὅπερ
ἔχει, ταπεινοφρόνως φυλάξαι. Τί δὲ θαυμαστὸν εἰ περὶ
ἀνθρώπων ταῦτα λέγομεν; Ὅπου γε καὶ οὐράνιος χῶρος
ἠν τοῖς ἑαυτοῦ πολίταις μερικῶς ζημίαν ὑπομείνας,
οἱ λοιποὶ στερεωτέρως ἐστάθησαν. Τὰ γὰρ ἐκλεκτὰ
τῶν ἀγγέλων τάγματα, ἐν ὅσῳ ἄλλους διὰ τῆς ὑπερηφανίας
πεσόντας ἐθεάσαντο, αὐτοὶ τοσοῦτον ἰσχυρότεροι
ΓΡΗΓΟΡΙΟΣ. Οὐδὲ τοῦτο παρασιωπῆσαι δίκαιον κρίνω,
ὅπερ παρὰ τοῦ εὐλαβεστάτου ἀνδρὸς Σαγκτούλου τοῦ
πρεσβυτέρου διηγουμένου μεμάθηκα. Οὗτινος τῶν λόγων
ἀλήθειαν οὐκ ἀγνοεῖς πάντως, οὐδὲ τῆς αὐτοῦ πίστεως
τὴν πολιτείαν.
Οὗτος τοίνυν διηγεῖτο, ὅτι ἐν τοῖς μέρεσι τῆς Νουρσίας
χώρας, δύο ἄνδρες ἐπὶ τῷ αὐτῷ ᾤκουν ἐν τῷ μοναχικῷ
καὶ ἁγίῳ σχήματι σεμνῶς βιοῦντες. Ἐξ ὧν, ὁ μὲν
εἷς Εὐτύχιος, ὁ δὲ ἕτερος Φλορέντιος ὠνομάζοντο. Ὁ οὖν
Εὐτύχιος τῷ πνευματικῷ ζήλῳ καὶ δυνάμεως θερμότητι
ὑπεραυξάνων, πολλῶν ψυχὰς τῷ Θεῷ προσενέγκαι διὰ
παραινέσεως ἠγωνίζετο. Ὁ δὲ Φλορέντιος, τῇ ἀκακίᾳ καὶ