PL 77, col. 254
Dialogi (Gregorius I), J. P. Migne
τὴν ἄρκον ἅμα καὶ τὰ πρόβατα ἐπιζητῆσαι, ταύτην δὲ
πεφονευμένην εὗρεν. Ἐπιμελῶς δὲ ἐπιζητήσας, καὶ εὐρων
παρὰ τίνων ἐφονεύθη, ἑαυτὸν εἰς θρῆνον δέδωκε, τῶν
ἀδελφῶν μᾶλλον τὴν πονηρίαν, ἢ τῆς ἄρκου τὸν θάνατον
κλαίων. Τοῦτον δὲ ὁ σεβάσμιος ἀνὴρ Εὐτύχιος πρὸς ἑαυτὸν
ἐπισπασάμενος παραμυθεῖσθαι ἤρξατο. Ὁ δὲ αὐτὸς
τοῦ Θεοῦ δοῦλος Φλορέντιος ἐνώπιον αὐτοῦ μεγίστῳ πόνῳ
συγκινηθεὶς, εὐχόμενος ἤρξατο λέγειν· Ἐλπίζω εἰς τὸν
παντοδύναμον Θεὸν, ὅτι ἐν τῇ ζωῇ ταύτῃ ἐνώπιον τῶν
ὀφθαλμῶν τῶν ἀνθρώπων, διὰ τὴν κακίαν αὐτῶν τὴν ἀντάμειψιν
311 ΠΕΤΡ. Σφόδρα λοιπὸν βαρὺ εἶναι πιστεύομεν,
ἐὰν πολλάκις ὑπό τινος τῷ θυμῷ σαλευθέντες, τοῦτον καταρασώμεθα;
ΓΡΗΓΟΡ. Περι τοῦ ἁμαρτήματος τούτου τί με ἐπερωτᾷς
ἐὰν βαρὺ ὑπάρχῃ, ὁπόταν Παῦλος λέγῃ, ὅτι λοίδοροι
βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι; Κατανόησον
οὖν καὶ ἴδε, ὁποῖον βαρὺ ἁμάρτημα ὑπάρχει, ὅτι την
κληρονομίαν τῆς τοῦ Θεοῦ βασιλείας ἀποστερεῖ.
ΠΕΤΡ. Τί δὲ ἐὰν ἄνθρωπος οὐχὶ ἕνεκεν κακίας, ἀλλ' ἐκ
τῆς ἀπειρίας τῆς γλώσσης λόγον κατάρας τῷ πλησίον
ἐπιπέμπει;
ΓΡΗΓΟΡ. Ἐὰν ἐπὶ τοῦ φρικτοῦ δικαστοῦ. Πέτρε, ὁ ἀργὸς
λόγος κατακρίνεται, πόσῳ μᾶλλον ὁ ὑπαίτιος; Κατανόησον
οὖν πόσης ἐστὶν ἄξιος κατακρίσεως, ὅστις ἐκ
τῆς κακίας οὐκ ἀργεῖ, ἀλλὰ καὶ λόγους βασανιστικοὺς
προφέρων, ἐκ τῆς δεούσης ἀγαθωσύνης ἀργῶν.
ΠΕΤΡ. Συνιῶ.
ΓΡΗΓΟΡ. Ὁ αὐτὸς τοῦ Θεοῦ ἄνθρωπος ἕτερον πρᾶγμα
πεποίηκεν, ὅπερ σιωπηθῆναι οὐκ ἔστιν ἁρμόδιον. Ἐν γὰρ
τῷ πανταχοῦ διαδοθῆναι τὴν περὶ αὐτοῦ φήμην, διάκονός
τις ἐκ μήκους αὐτοῦ τὴν οἴκησιν ἔχων, ὥρισε πρὸς
αὐτὸν ἀπελθεῖν, καὶ ἑαυτὸν ταῖς ἐκείνου εὐχαῖς παραθέσθαι.
Παραγενόμενος δὲ εὗρε πέριξ τοῦ κελλίου αὐτοῦ
πάντα τόπον ἀμετρήτων ὄφεων γέμοντα Ἐκστὰς δὲ ἐπὶ
τούτῳ, ἔκραξε, λέγων· Δοῦλε τοῦ Θεοῦ, εὖξαι. Ὑπῆρχε
δὲ τότε κατὰ συγκυρίαν θαυμαστὴ εὐδία. Ἑξελθὼν δὲ ὁ
Φλορέντιος τοὺς ὀφθαλμοὺς καὶ τὰς παλάμας εἰς οὐρανὸν
διεπέτασεν, ὅπως τὴν λύμην ἐκείνην, ὡς εἶδεν ὁ
κύριος, παρεπάρῃ. Ἐν δὲ τῇ αὐτοῦ δεήσει αἴφνης ὁ οὐρανὸς
ἐβρόντησεν. Αὐτὴ δὲ ἡ βροντὴ πάντας τοὺς ὄφεις
τοὺς ἐκεῖνον τὸν τόπον ἐπιλαβομένους ἐφόνευσεν. Ὁ δὲ
τοῦ Θεοῦ ἄνθρωπος Φλορέντιος τούτους θανόντας ἑωρακὼς,
εἶπεν· Ἰδοὺ, κύριε, τούτους ἐφόνευσας, τίς αὐτοὺς
ἔνθεν ἐπάρῃ; Εὐθέως δὲ ἐν τῇ αὐτοῦ φωνῇ, τοσαῦτα
ὄρνεα ἦλθον, ὅσοι ὄφεις πεφονευμένοι ὑπῆρχον· οὒς καὶ
βαστάσαντες μήκοθεν ἔῤῥιψαν, τὴν δὲ κατοίκησιν τοῦ
τόπου ἐκείνου καθαρὰν παντάπασι πεποίηκε
ΠΕΤΡ. Πόσης δυνάμεως καὶ δικαιοσύνης ὑπάρχειν αὐτὸν