PL 87, col. 122

Epistolae (Martinus I), J. P. Migne

Ἐκκλησίας δογμάτων· τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι
πίστιν τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, διὰ
λουτροῦ παλιγγενεσίας, ἐν παντὶ τόπῳ τῆς δεσποτείας
αὐτοῦ παροικοῦσιν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ [(Deesse
aliq. videtur)] , πατρικοῖς ἡμῶν ἀδελφοῖς, ἐπισκόποις,
πρεσβυτέροις, διακόνοις, ἡγουμένοις μοναστηρίων, μοναχοῖς,
ἀσκηταῖς, καὶ παντὶ τῷ εὐσεβεῖ τῆς καθολικῆς Ἐκκλησίας
πληρώματι.
Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει καὶ κοινωνίᾳ
τοῦ παναγίου Πνεύματος, εἰς κληρονομίαν ἄφθαρτον
καὶ ἀμάραντον τετηρημένην, πρὸ καταβολῆς κόσμου, νῦν
δὲ πεφανερωμένην εἰς ἡμᾶς τοὺς πιστεύοντας ἐν Χριστῷ
Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν ὃς πάντα ἡμῖν δεδώρηται, τὰ
πρὸς ζωὴν καὶ εὐσέβειαν, διὰ τοῦ σωτηρίου κηρύγματος,
ἵνα τούτῳ προσμένοντες ἀεὶ, καὶ συμβιβαζόμενοι δι' ὁμονοίας

εἰλικρινοῦς, ἐποικοδομηθῶμεν τῷ θεμελίῳ τῶν ἁγίων ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ
τοῦ ἐπὶ πάντων Θεοῦ, καὶ Σωτῆρος τῶν ἡμετέρων
ψυχῶν, ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει
τὴν αὔξησιν αὐτοῦ τῇ ἀρχιτεκτονίᾳ τοῦ Πνεύματος, εἰς
βασίλειον ἱεράτευμα καὶ ναὸν ἅγιον, ὅπως καὶ ἡμεῖς ἐν
αὐτῷ προκόπτοντες, ἀπὸ δόξης εἰς δόξαν τὰς ἀρετὰς ἐξαγγέλλωμεν
αὐτοῦ τοῦ ἐκ σκότους ἡμᾶς καλέσαντος, εἰς τὸ
θαυμαστὸν αὐτοῦ φῶς, παρ' ᾧ οὐκ ἔστι παραλλαγὴ, ἢ
τροπῆς ἀποσκίασμα, πάντων δὲ τῶν ἀγαθῶν ἡ τελείωσις.
Ἐξ οὗ φωτισθέντες, κρατοῦμεν τὴν εἰς αὐτὸν ὁμολογίαν
ἀσάλευτον, μέχρις ἂν καταντήσωμεν οἱ πάντες, εἰς τὴν
ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως αὐτοῦ, εἰς
ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος αὐτοῦ,
ἵνα καὶ μηκέτι ὦμεν νήπιοι, καὶ κληδονιζόμενοι, καὶ περιφερόμενοι,

παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ
τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὰς μεθοδείας τῆς
πλάνης τοῦ διαβόλου, τοῦ πάντοτε τὰ οἰκεῖα σπουδάζοντος
ἐνεργεῖν ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Γνωρίζομεν γὰρ
ὑμῖν, ἀγαπητοὶ ἀδελφοὶ, ὅπερ καὶ ὑμεῖς ἀκριβῶς συνεπίστασθε,
διαγρηγοροῦντα κατὰ Θεὸν καὶ εὐζήλωτον ἔχοντες
τὸν ἴδιον λογισμὸν, ὅτι τῆς καθολικῆς τοῦ Θεοῦ καὶ
ἀποστολικῆς Ἐκκλησίας ἡσυχαζούσης, καὶ εἰρηνευούσης
δίκην λεόντων ὡρυομένων, καὶ ζητούντων τινα καταπιεῖν,
παρεισέδυσάν τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι
εἰς τοῦτο τὸ κρῖμα τῆς ἀσεβείας ἑκουσίως ἐξάγεσθαι,
τουτέστι, Θεόδωρος ὁ γενόμενος ἐπίσκοπος τῆς Φαρὰν,
Κῦρος ὁ Ἀλεξανδρείας, Σέργιος ὁ Κωνσταντινουπόλεως,
καὶ οἱ τούτου διάδοχοι, Πύῤῥος καὶ Παῦλος, τὴν τοῦ μεγάλου
Θεοῦ καὶ Σωτῆρος ἡμῶν οἰκονομίαν, εἰς αἱρετικὴν

μεταστρέφοντες καινοτομίαν, καὶ τὸν ἀγοράσαντα αὐτοὺς
δεσπότην Χριστὸν ἀρνούμενοι, διὰ τοῦτο λέγειν αὐτοὺς
ἐγγράφως, μὴ ἔχειν αὐτὸν, κατὰ τὴν τοῦ δούλου μορφὴν,
ἤτοι καθὸ δι' ἡμᾶς γέγονεν ἄνθρωπος, θέλησιν ἢ ἐνέργειαν
φυσικὴν, ἀλλ' ἀνούσιον αὐτὸν καὶ ἀνύπαρκτον, κατ' αὐτοὺς
ὑπάρχειν· ἧττον γὰρ εἰπεῖν ἄψυχον καὶ ἄλογον, καὶ
ἀνόητον, ἐπειδὴ, καθὼς ἡμᾶς οἱ περίδοξοι τῆς Ἐκκλησίας
Πατέρες διδάσκουσι, τὸ πάσης ἄμοιρον ὑπάρχον θελήσεως
καὶ ἐνεργείας, καὶ πάσης ἔρημόν ἐστιν οὐσιώδους
ὑπάρξεως· ὅθεν αὐτὸν τὸν τῆς δόξης Θεὸν Κύριον ἡμῶν
Ἰησοῦν Χριστὸν, καθ' ἑκατέραν τῶν ἐξ ὧν καὶ ἐν αἷς συνέστηκε
φύσεων, καὶ τῶν προσόντων αὐταῖς φυσικῶν
ἰδιωμάτων τέλειον ὄντα κατὰ πάντα μόνης δίχα τῆς
ἁμαρτίας ἐκήρυξαν. Εἰ δὲ τέλειον κατὰ πάντα, πῶς οὐχὶ
καὶ ἐν θελήσει τῇ καθ' ἡμᾶς φυσικῇ καὶ ἐνεργείᾳ; Δῆλον

Testo del Corpus Corporum (Università di Zurigo).

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.