PL 87, col. 126

Epistolae (Martinus I), J. P. Migne

ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ πέτραν· καὶ κατεφρόνησάν
μου σφόδρα τοῦ δευτερῶσαι τὰς ὁδοὺς αὐτῶν·
καὶ προσθεῖναι ἁμαρτίας ἐφ' ἁμαρτίαις. Ἐσπουδάσθη γὰρ
αὐτοῖς πρὸς τῇ ἀνθρωπότητι τοῦ Σωτῆρος, καὶ τὴν αὐτοῦ
θεότητα βλασφημῆσαι καὶ ἀθετῆσαι, δι' ἀσεβοῦς
τύπου κατὰ πονηρὰν εἰσήγησιν αὐτῶν γεγενημένου κατὰ
τῆς ἀμωμήτου ἡμῶν τῶν Χριστιανῶν πίστεως, παρὰ τοῦ
γαληνοτάτου βασιλέως, διαγορεύσαντες ἐν αὐτῷ τῷ τύπῳ,
μήτε μίαν μήτε δύο θελήσεις ἢ ἐνεργείας, τουτέστι μήτε
θείαν μήτε ἀνθρωπίνην θέλησιν καὶ ἐνέργειαν ἐπ' αὐτοῦ
τοῦ Σωτῆρος ἡμῶν τινα τῶν πάντων ὁμολογεῖν. Ἀλλ' ἐν
ἑκατέρᾳ φύσει λοιπὸν, καὶ οὐχὶ μόνον τῇ κατ' αὐτῶν ἀνθρωπότητι,
παντοίως ὑπάρχειν αὐτὸν, ἀνεθέλητόν τε καὶ
ἀνενέργητον, ἤγουν ἀνούσιόν τε καὶ ἀνύπαρκτον, ἵνα τοῖς
κακοδόξοις αἱρετικοῖς συνεκβάλλωσι τοὺς ὀρθοδόξους Πατέρας,

καὶ ταῖς τῶν βεβήλων ἀνδρῶν φωναῖς, ἤγουν τῇ
μιᾷ θελήσει καὶ ἐνεργείᾳ συνεξαρνηθῆναι ποιήσωσι τὰς τῶν
θεολόγων διδασκαλίας, ἤτοι τὰς δύο τοῦ αὐτοῦ Χριστοῦ
θελήσεις καὶ ἐνεργείας, ὥσπερ οὖν καὶ φύσεις ἡνωμένας
ἀσυγχύτως καὶ ἀδιαιρέτως, θεσπίσαντες, παρανόμως, καὶ
ἀνεγκλήτους, ἤγουν ἀκατακρίτους ὑπάρχειν ἐπὶ ταῖς οἰκείαις
ὁμολογίαις τοὺς αἱρετικοὺς, τουτέστιν ἐπ' αὐτῇ τῇ
πρεσβευομένῃ παρ' αὐτῶν μιᾷ θελήσει καὶ ἐνεργείᾳ, καὶ
τὴν αὐτὴν ἐξ ἀνευθύνου ποινῆς ἔχειν ἐλευθερίαν τοὺς ἐν
τοῖς δόγμασι διαβεβλημένους αἱρετικοὺς τοῖς ἐν ἀμέμπτῳ
διδασκαλίᾳ διαβεβοημένοις ἁγίοις Πατράσιν· ὅπερ τῆς
καθολικῆς Ἐκκλησίας τοὺς ἱεροὺς ἀνατρέπει κανόνας,
μᾶλλον δὲ πάσης τῆς θεοπνεύστου γραφῆς τὴν ὁσίαν διάταξιν,
μηδαμῶς ἀθωοῦσαν τὸν ἔνοχον, μήτε μὴν ὑπεξάγουσαν
σὺν τῷ ἀναιτίῳ τὸν ὑπαίτιον κρίματος. Ἀνώμαλον

γὰρ τοῦτο καὶ θείας δικαιοσύνης ἀλλότριον. Ἐπειδὴ
δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων οἱ δι' ἐναντίας ἐτόλμησαν εἰς
δέλεαρ τῶν ἁπλουστέρων καὶ συγκάλυψιν τῶν ἰδίων ἀτοπημάτων,
ἐγγράφως ἀποφήνασθαι καὶ εἰπεῖν τὰ τῆς αὐτῶν
ἀσεβοῦς καινοτομίας ἀβέβαια δόγματα, ταῦτα τῆς εὐσεβείας
ὑπάρχειν τὰ δόγματα, ἃ παραδεδώκασιν ἡμῖν οἱ
ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ Λόγου γενόμενοι,
καὶ οἱ καθεξῆς τούτων διάδοχοι θεόπνευστοι τῆς Ἐκκλησίας
Πατέρες, καὶ αἱ ἅγιαι οἰκουμενικαὶ πέντε σύνοδοι·
προσηκόντως ἡμεῖς λογισάμενοι φοβερὸν ὑπάρχειν καὶ
θείας ἀγανακτήσεως πρόξενον, τὸ ταῦτα παριδεῖν πολεμοῦντα
τὴν καθολικὴν Ἐκκλησίαν, ἵνα μὴ κατακριθῶμεν
ὡς ἀτελεῖς, καὶ ἀγύμναστα κεκτημένοι τὰ αἰσθητήρια τῆς
ψυχῆς πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ, προθύμως

χάριτι Θεοῦ συνεληλύθαμεν ἐν ταύτῃ τῇ τῶν Ῥωμαίων
φιλοχρίστῳ πόλει, πρὸς βεβαίωσιν μὲν τῶν εὐσεβῶν τῆς
Ἐκκλησίας κηρυγμάτων, ἀναίρεσιν δὲ τῶν ἀσεβῶν τῆς καινοτομίας
δογμάτων, μιμήσει τῶν προηγησαμένων ἡμᾶς
ἁγίων Πατρῶν, οἵ τινες ἐξ εἰλικρινοῦς ὁμονοίας καὶ τῆς
ἐπὶ τὸ αὐτὸ θεοφιλοῦς συνελεύσεως, πᾶσαν κατήργησαν
αἵρεσιν, καὶ πάντας ἐτροπώσαντο τοὺς αἱρετικοὺς, ἐλευθερώσαντες
ἐκ τῆς πλάνης αὐτῶν τὴν καθολικὴν Ἐκκλησίαν·
ἐπειδὴ τὰ ἐκ συνδρομῆς ἱερᾶς, ἤτοι πνευματικῆς
γινόμενα συμφωνίας ἁγίων Πατρῶν, ἰσχυρὰν ἔχει καὶ
ἀκαταμάχητον κατὰ τῶν ἀντικειμένων τὴν δυνάμιν· « Ἐπὶ
στόματος γὰρ, φησὶ, δύο ἢ τριῶν μαρτύρων σταθήσεται
πᾶν ῥῆμα, » καὶ· « Τὸ σπαρτίον οὐ ταχέως ἀποῤῥαγήσεται, » καί· « Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ἰσχυρὰ
καὶ ὑψηλή· » ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον.

Testo del Corpus Corporum (Università di Zurigo).

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.