PL 87, col. 130

Epistolae (Martinus I), J. P. Migne

σκοπὸν, καὶ ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην ἐπὶ τὴν γῆν, καὶ
σαλπίσει τῇ σάλπιγγι, καὶ σημανεῖ τῷ λαῷ, καὶ ἀκούσει
ὁ ἀκούσας τῆς φωνῆς τῆς σάλπιγγος, καὶ μὴ φυλάξηται,
καὶ ἐπέλθῃ ἡ ῥομφαὶα, καὶ λάβῃ αὐτὸν, τὸ αἷμα αὐτοῦ ἐπὶ
τῆς κεφαλῆς αὐτοῦ ἔσται, ὅτι τῆς φωνῆς τῆς σάλπιγγος
ἀκούσας, οὐκ ἐφυλάξατο· τὸ αἷμα αὐτοῦ ἐπ' αὐτὸν ἔσται.
Καὶ οὗτος ὅτι ἐφυλάξατο, τὴν ψυχὴν αὐτοῦ ἐξείλατο. Καὶ
ὁ σκοπὸς ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην, καὶ μὴ σημαίνῃ
τῇ σάλπιγγι, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἔλθῃ ἡ
ῥομφαία, καὶ λάβῃ ἐξ αὐτῶν ψυχὴν, αὐτὴ διὰ τὴν ἀνομίαν
ἐλήφθη, καὶ τὸ αἷμα ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω. »
Διὸ μαρτυρόμεθα πᾶσιν ἐν τῇ σήμερον ἡμέρᾳ,
κάθώς φησιν ὁ μακάριος Παῦλος, ὅτι καθαροί ἐσμεν ἀπὸ
τοῦ αἵματος πάντων ὑμῶν. Οὐ γὰρ ὑπεστειλάμεθα τοῦ
μὴ ἀναγγεῖλαι πᾶσι τὴν παραδοθεῖσαν ἡμῖν ἐκ τῶν ἁγίων

Πατρῶν τε καὶ συνόδων ὀρθόδοξον ὁμολογίαν, διὰ τῶν ἀρτίως
παρ' ἡμῶν συνοδικῶς πεπραγμένων· Προσέχετε οὖν
ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ἡμᾶς τὸ Πνεῦμα τὸ
ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ
Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος, ἵνα μηδεὶς
ὑμᾶς εἴη ὁ συλαγωγῶν, ἢ παραλογιζόμενος ἐν πιθανολογίᾳ
διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης. Ἐπειδὴ τὸ
Πνεῦμα ἀῤῥήτως λέγει· Ὅτι ἐν ἐσχάτοις καιροῖς ἀποστήσονταί
τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης,
καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων
κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν. Γρηγορεῖτε οὖν
καὶ προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμὸν, ὃν ἡ
προδοσία τῆς γνώμης ἐργάζεται, τοῖς μὴ πιστεύουσι τῇ
ἀληθείᾳ, ἀλλ' εὐδοκοῦσιν ἐν τῇ ἀδικίᾳ, ἀνθ' ὧν τὴν ἀγάπην
τῆς ἀληθείας οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτούς. Ὁ γὰρ

Θεὸς, ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα.
Ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος
καὶ δελεαζόμενος. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα,
τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει
θάνατον. Μὴ οὖν πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοὶ, διδαχαῖς
ποικίλαις καὶ ξέναις περιφερόμενοι· ἀλλὰ ἐὰν ἡμεῖς,
ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν παρ' ὃ παρελάβομεν
ἐκ τε τῶν ἁγίων ἀποστόλων καὶ τῶν ἐγκρίτων Πατρῶν,
καὶ τῶν οἰκουμενικῶν πέντε συνόδων, ἀνάθεμα ἔστω, ὡς
προειρήκαμεν. Καὶ πάλιν λέγομεν· Εἴ τις ἡμᾶς εὐαγγελίζηται
παρ' ὃ παρελάβομεν ἐξ αὐτῶν, ἀνάθεμα ἔστω. Ἄρτι
γὰρ ἀνθρώπους πείθωμεν, ἢ τὸν Θεὸν; ἢ ζητοῦμεν ἀνθρώποις
ἀρέσκειν; εἰ ἔτι ἀνθρώποις ἤρεσκον, φησὶν ὁ μακάριος
Παῦλος, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Ὡς οὖν παρελάβετε
τὸν Χριστὸν ἐκ τῶν χριστοφόρων ἀνδρῶν, οὕτως εἰς αὐτὸν

πιστεύετε, τὴν καλὴν παρακαταθήκην μεχρί τέλους φυλάξατε,
διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ὑμῖν, ἐπειδὴ
ὁ στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν ἔχων τὴν σφαγίδα
ταύτην· Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀποστήτω
ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου. Διόπερ,
ἀδελφοὶ, τὰς βεβήλους ἐκτρεπόμενοι καινοφωνίας, μηδαμῶς
τῶν ἀπὸ γῆς φωνούντων, καὶ οὐκ ἀπὸ στόματος Κυρίου
λαλούντων, προσδέξησθε κατὰ τῆς πίστεως τύπους, ἢ
νόμους, ἢ ὅρους, ἢ ἐκθέσεις ἀτόπους, γινώσκοντες, ὅτι
μέλλει ταῦτα πάντα ζητεῖν καὶ κρίνειν αὐτὸς ὁ τῆς δόξης
Θεός· καὶ ὅτι οὐδεὶς ἀνθρώπων, ὧν ὡσεὶ χόρτος αἱ ἡμέραι
αὐτῶν, ὑπὲρ ἡμῶν ἐσταυρώθη, οὔτε εἰς τὸ ὄνομά τινος
αὐτῶν ἐβαπτίσθημεν, ἀλλὰ τοῦ σταυρωθέντος ὑπὲρ ἡμῶν
ἐπὶ Ποντίου Πιλάτου, μαλίστα σαφῶς κατανοοῦντες, ὅτι
καὶ δι' ἑαυτῶν τὰ οἰκεῖα δόγματα καταλύουσιν οἱ δι' ἐναντίας.

Testo del Corpus Corporum (Università di Zurigo).

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.