PL 96, col. 1239
Epistolae (Adrianus I), J. P. Migne
σεπτὴ ὁσιότης ἠξίωσε τοὸς εὐσεβεστάτους καὶ ὀρθοδοξοτάτους
καὶ ζηλωτὰς, τοὺς γενομένους εἰς δόξαν
Θεοῦ πιστοὺς βασιλεῖς ἡμῶν, τοὺς ὑπερμάχους τῆς
ἀληθείας, περὶ τοῦ γενέσθαι σύνοδον οἰκουμενικήν,
καὶ συνέθεντο ἐνὼπιον παντὸς τοῦ φιλοχρίστου αὐτῶν
λαοῦ, τῇ ὑμετέρᾳ ἱκεσίᾳ εὐσεβῶς ἐπινεύσαντες,
καὶ τὴν σύνοδον ὥρισαν ἐν τῇ βασιλίδι αὐτῶν πόλει
γενέσθαι. Ἡμεῖς δὲ σὺν μεγάλῳ πόθῳ, καθὼς ἐνεφέρετο
ἐν τῇ αὐτῶν θείᾳ κελεύσει, γνησίους καὶ δοκίμους
καὶ φρονίμους ἱερεῖς περὶ τῆς συστάσεως τῶν
ἱερῶν εἰκόνων, ἵνα ἐν τῇ ἀρχαίᾳ τάξει ἐν τοῖς μέρεσιν
ἐκείνοις κατασταθῶσι, μετὰ μεγίστης χαρᾶς
ἐπέμψαμεν. Ἀλλ' ἡ ὑμετέρα ὁσιότης τοῖς αὐτοῖς εὐσεβεστάτοις
καὶ τροπαιούχοις βασιλεῦσι προθύμως
ἀναγάγοι, ἵνα ἐν πρώτοις ὁ ψευδοσύλλογος ἐκεῖνος,
ὁ γενόμενος χωρὶς τοῦ ἀποστολικοῦ θρόνου ἀτάκτως
καὶ ἀσυλλογίστως ἐξ ἐναντίας τῆς τῆς τῶν σεπτοτάτων
πατέρων παραδόσεως κατὰ τῶν θείων εἰκόνων, ἀναθεματισθῇ
παρόντων τῶν ἀποκρισιαρίων ἡμρων· καὶ
πᾶν ζιζάνιον ἐκριζιζωθῇ ἀπὸ τῆς Ἐκκλησίας, καὶ τοῦ
Κυρίου ἡμῶν Ἰησοῦ Ξριστοῦ ὀ λόγος πληρωθῇ· Ὄτι
« πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. » Καὶ πάλιν·
« Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω
μου τὴν Ἐκκλησίαν· καί σοι δώσω τὰς κλεῖς τῆς
βασιλείας τῶν οὐρανῶν. Καὶ ὅσagr; ἂν δήσῃς ἐπὶ τῆς
γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν
λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς. »
Οὗ ὁ θρόνος εἰς πᾶσαν τὴν οἰκουμένην πρωτεύων
διαλάμπει, καὶ κεφαλὴ πασῶν τῶν Ἐκκλησιῶν τοῦ
Θεοῦ ὑπάρχει. Ὅθεν ὁ αὐτὸς μακάριος Πέτρος ὁ
ἀπόστολος τῷ τοῦ Κυρίου προστάγματι ποιμαίνων
τὴν Ἐκκλησίαν, οὐδὲν παραλέλοιπεν [Ἄλ. παραλελειμμένον
εἴασεν], ἀλλ' ἐκράτησε πάντοτε καὶ κρατεῖ τὴν
ἀρχήν. Δι' οὗπερ ἐὰν προσκολληθῇ ἡ ὑμετέρα ὁσιότης
τῷ ἡμετέρῳ ἀποστολικῷ θρόνῳ, ὅστις ἐστὶ κεφαλὴ
πασῶν τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, καὶ τὸν αὐτῆς
ἱερὸν καὶ ὀρθόδοξον τύπον ἀφθάρτως καὶ ἀμολύντως
ἐκ βάθους καρδίας καὶ εἰλικρινοῦς διανοίας φυλάξαι
ἐπιτηδεύσνι, ὡς ἀληθῶς ὀρθόδοξος καὶ Θεοσεβὴς τυγχάνουσα, ταύτην πρώτην θυσίαν τῷ παντοδυνάμῳ Κυρίῳ
προσοίσει· καὶ ὡς ἐκ προσώπου ἡμῶν, τῶν, εὐσεβεστάτων
καὶ Θεοστέπτων μεγάλων βασιλέων ἡμῶν ὑπερέχουσιν
ἴχνεσι κειμένη δυσωπήσει, καὶ ἐνώπιον τοῦ Θεοῦ καὶ
τῆς φοβερᾶς κρίσεως αὐτοὺς κατακριματίσει, ἵνα τὰς ἱερὰς
εἰκόνας ἐν αὐτῇ τῇ Θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, καὶ
ἐν παντὶ τόπῳ, εἰς τὴν ἀρχαίαν στάσιν καταστῆσαι καὶ
κηρύξαι κελεύσωσι, φυλάττοντες τὴν παράδοσιν ταυτης
τῆς ἱερᾶς καὰ ἁλιωτάτης ἡμῶν Ῥωμαϊκῆς Ἑκκλησίας·
ἀποδιώξωσι δὲ βδελυσσόμενοι τὴν τῶν πονηηῶν καὶ
αἱρετικῶν πλάνην διὰ τοῦ ὑμετέρου ἀλῶνος καὶ πιστοτάτου
μόχθου. Εἰ δὲ τὰς ἱερὰς καὶ σεπτὰς εἰκόνας
ἐν τοῖς μέρεσι τῶν αὐτόθι οὐ καταστήσωσι τὴν
ὑμετέραν χειροτονίαν κατὰ πάντα τρόπον οὐ τολμῶμεν
δέξασθαι· καὶ μάλιστα ἐὰν ἐπακολουθήσῃς τοῖς
ἀπειθοῦσι τῇ ἀληθείᾳ. Τούτου ἕνεκεν μετὰ ἀκροτάτου
μόχθου καὶ πόθου τῆς πίστεως καὶ ἀγῶνος ἐν
τούτοις πᾶσιν ἀδιστάκτως τὴν ὑμετέραν σεπτοτάτην