PL 96, col. 1238

Epistolae (Adrianus I), J. P. Migne

δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν σαρκωθέντος, καὶ τῆς ἁγίας
ἀχράντου καὶ ἀληθῶς Θεογεννήτορος, λοιπὸν δὲ καὶ
τῶν ἁγίων αὐτοῦ, ἡ ὑμετέρα ἠγαπημένη ἁγιωσύνη
σέβειν καὶ προσκυνεῖν συνέθετο, τὴν αὐτῆς ὀρθόδοξον
προαίρεσιν, ἐὰν καθὼς ἀπήρξατο, παραμείνῃ, παντελῶς
ἐπαινοῦμεν, καὶ ὡς ποιμαντικῇ μερίμνῃ φροντίζοντες
συμβουλεύομεν, ἵνα τὴν ὀρθόδοξον πίστιν, ἥνπερ ἅπαξ
ὡμολόγησεν, ἀμετάθετον διατηρήσῃ κηρύττουσα καὶ διδάσκουσα.
« Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι
παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. » Τίς
οὖν τῆς ἀγαπήσεως τοῦ Χριστοῦ καὶ τοῦ πλησίον,
τῆς ἐν Χριστῷ οὔσης, τὸ στήριγμα κρατῶν τὸν αὐτὸν
Ἰησοῦν Χριστὸν τὸν τοῦ Θεοῦ καὶ ἀνθρώπου Υἱὸν
παρ' ἑαυτῷ οὐκ ἔθετο θεμέλιον. Ὁμολογούμενον γάρ
ἐστιν, ὅτι ὅπου ὁ Χριστὸς θεμέλιος ἐστι, τῶν ἀγαθῶν

ἔργων ἐξακολουθεῖ ἡ οἰκοδομή. Αὐτὴ γοῦν δι' ἑαυτῆς
ἡ Ἀλήθεια λέγει· « Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας
εἰς τὸ ποίμνιον, ἀλλ' εἰσερχόμενος ἄλλοθεν, ἐκεῖνος
κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς
θύρας, ποιμήν ἐστι τῶν προβάτων. » Καθὼς ὁ αὐτὸς
Σωτὴρ ἔφη λέγων· « Ἐγώ εἰμι ἡ θύρα. » Ἐκεῖνος οὖν εἰς
τὸ ποίμνιον εἰσέρχεται, ὁ διὰ τῆς θύρας εἰσερχόμενος.
Καὶ ὁ εἰσερχόμενος διὰ τῆς θύρας, διὰ Χριστοῦ
εἰσέρχεται, ὅστις ἐκ τοῦ [L. περὶ τοῦ] αὐτοῦ δημιουργοῦ
καὶ λυτρωτοῦ τοῦ ἀνθρωπίνου γένους τὴν
ἀλήθειαν συνιεὶς, διαφυλάττει καὶ τηρεῖ τὸν βαθμὸν
τῆς ποιμαντικῆς ἀξίας, καὶ βαστάζειν τὸ βάρος ἀνέχεται,
οὐ πρὸς τὴν δόξαν καὶ τὴν τιμὴν τὴν παρερχομένην
ἀποβλέπων, ἀλλ' ὡς ἀναδεξάμενος τὸ ποίμνιον,
ἐπιμελῶς ἀγρυπνεῖ, ἵνα μὴ τὰ πρόβατα τοῦ Θεοῦ

εἴτε διὰ διεστραμμένων ἀνθρώπων καὶ σκολιὰ λαλούντων,
εἴτε κακῷ πνεύματι πειθόμενα παραφθαρῶσιν.
Ἀληθῶς δὲ καὶ ὁ μακάριος Ἰακὼβ, ὅστις διὰ
γυναῖκας πολλὰ ἔτη δουλεύσας Λάβαν τῷ πενθερῷ
αὐτοῦ φαίνεται λέγων· « Εἴκοσιν ἔτη ἐγώ εἰμι μετὰ σοῦ·
τὰ πρόβατα καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν
[Ἄλ. ἠτέκνωσαν], κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον,
θηριάλωτον οὐκ ἐνήνοχά σοι. Ἐγὼ ἀπετίννυον
ἀπ' ἐμαυτοῦ τὰ κλέμματα ἡμέρας, καὶ κλέμματα νυκτός·
ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι,
καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ
τῶν ὀφθαλμῶν μου. » Ἐὰν οὕτω ποιεῖ [Al. κάμνει] καὶ
ἀγρυπνεῖ ὁ ποιμαίνων τὰ πρόβατα Λάβαν, πόσους
καμάτους, πόσας ἀγρυπνίας ὀφείλει ὑποφέρειν ὁ ποιμαίνων
τὰ πρόβατα τοῦ Χριστοῦ; Ἀλλ' ἐν πᾶσι τούτοις

αὐτὸς ὑμᾶς στηρίξῃ καὶ διδάξῃ, ὃς δι' ἡμᾶς
ἄνθρωπος ἐγένετο, καταξιώσας γενέσθαι ὃ ἐποίησεν,
αὐτὸς τὴν ἀγάπην τοῦ ἁγίου αὐτοῦ Πνεύματος καὶ
τὸν πόθον ἐκχέῃ εἰς ὑμᾶς καὶ ἐκ πάσης μερίμνης
διατηρήσῃ, καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν
ἀνοίξῃ, ἵνα διὰ τοῦ μόχθου καὶ τοῦ ἀγῶνος τῆς
ὑμετέρας ἀγάπης, καὶ τοῦ δρόμου, τὴν ἡμετέραν
μιμουμένης ἀποστολικὴν τῆς πάλαι ὀρθοδόξου πίστεως
παράδοσιν, ἐν τοῖς μέρεσι τοῖς τῶν εὐσεβῶν βασιλέων
ἡμῶν αἱ ἱεραὶ καὶ σεπταὶ εἰκόνες κατὰ τὴν
ἀρχαίαν τάξιν σταθῶσιν, ὅπως ἐν τούτῳ τὸ ὑμέτερον
σταθηρὸν διαμείνῃ ἱερατεῖον. Μετὰ γὰρ τὴν ὁμολογίαν
τῆς πίστεως ὑμῶν ἐγνώσθη ἡμῖν, ὅτι ἡ ὑμετέρα

Testo del Corpus Corporum (Università di Zurigo).

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.