PL 96, col. 398
Epistolae (Leo II), J. P. Migne
ἀνθελκόμενοι τὴν πανίερον ταύτην συναθροίζειν οὐκ
ἀπεκάμομεν σύνοδον, ἵνα τῆς τῶν Ἐκκλησιῶν διαστάσεως
ἐκποδὼν ἐλαυνομένης ὁ τῆς εἰρήνης ἁρμοσθήσηται
σύνδεσμος. Τῇ γὰρ εἰρήνῃ τῆς πίστεως συνειρηνεύειν
πιστεύομεν καὶ τὸ φιλόχριστον ἡμῶν
Ῥωμαϊκὸν ἅπαν πολίτευμα, καὶ δὴ τὸ πάνσεμνον
ὑμῶν συνελέγη συνέδριον· Παρῆτε γὰρ καὶ ὑμεῖς σὺν
τῷ οἰκουμενικῷ ἀρχιποίμενοι συνθεολογοῦντες αὐτῷ
καὶ τῷ πνεύματι καὶ τῷ γράμματι. Τά τε γὰρ παρὰ
τῆς αὐτοῦ σταλέντα μακαριότητος, τά τε παρὰ τῆς
ὑμῶν ἁγιότητος ἐδεξάμεθα γράμματα· προεκομίσθησαν,
ἀνεγνώσθησαν, τὸν τῆς ἀληθείας λόγον διήρθρωσαν,
καὶ τὸν τῆς ὀρθοδοξίας χαρακτῆρα διεζωγράφησαν.
Πάντες γὰρ ἐμφερῆ τε καὶ ἀπαράλλακτα
ταῖς τε συνοδικαῖς καὶ πατρικαῖς διδασκαλίαις ἀπεμιμήσαντο.
Οὐδὲ γὰρ ἠμελήσαμεν, ἀλλ' ἐπιμελῶς
αὐτὰ συνεκρίναμεν· διὸ καὶ πάαντες συμφώνως καὶ
γνώμῃ καὶ γλώττῃ, τῇ μὲν συνεπιστεύσαμεν, τῇ δὲ
συνωμολογήσαμεν· καὶ ὡς αὐτοῦ τοῦ θεσπεσίου Πέτρου
φωνὴν τὴν Ἀγάθωνος δέλτον ὑπερηγάσθημεν.
Οὐ διεφώνησε γὰρ οὐδεὶς, εἰ μὴ εἷς. Οὐδεὶς γὰρ τῶν
πάντων ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ὁ
πατὴρ τῆς ἀπειθείασ, καὶ οὗτος τοῖς ἑαυτοῦ φοιτηταῖς
συναποῤῥαγεὶς ἐκ τοῦ ἀγγελοπρεποῦς καὶ πανιέρου
χοροῦ. Ὃν εὐκαίρως τῷ προφήτῃ συνταλανίζομεν,
διότι καὶ συνηλγήσαμεν. Πῶς ἐξέπεσες ἐξ οὐρανοῦ
τοῦ τῆς ἱερωσύνης ὑψώματος ὁ ἑωσφόρος, ὁ πρωῒ
ἀνατέλλων, καὶ τῷ φωτὶ τῆς ἀψευδοῦς γνώσεως τὰς
τῶν πιστευόντων τεταγμένος διαυγάζειν ψυχάς;
Ὁ ταῖς νεφέλαις τοῖς κούφοις σοῦ δόγμασι τὸν τῆς
ἀλαζονείας ἐπιτιθέναι θρόνον ἀναπτερούμενος; Πῶς
ἐδραπέτευσας τοσούτων ἱερέων ἀγγελομίμητον σύνταγμα,
καὶ τῷ τῆς ἀπονοίας πτερῷ πρὸς βαθυτάτην
ἐπηρθης κατάπτωσιν; Διὰ τί τῆς μυστικῆς τραπέζης
ἀπηυτομόλησας, καὶ τὴν Ἰουδαϊκὴν ἀποστασίαν ἐζήλωσας;
Πῶς οὐκ ἐδέξω παράκλησιν ἀδελφῶν βασιλικήν
τε καὶ ἀποστολικὴν συγκροτησάντων πανήγυριν;
Πῶς ἀπελάκτισας ὁ ἠγαπημένος τοὺς ἀγαπῶντας,
καὶ πρὸς μετάνοιάν σε προτρέποντας; Μὴ ὁ πίπτων
οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφεται;
Διὰ τί ἀπέστρεψας ἀποστροφὴν ἀναιδῆ καὶ κατεκρατήθης
ἐν τῇ αἱρετικῇ προαιρέσει σοῦ, καὶ οὐκ ἠθέλησας
ἐπιστρέψαι πρὸς τὴν εὐσέβειαν; πάντως ᾐσχύνθης,
ἐφ' οἷς κακῶς ἐδίδασκες ἐλεγχόμενος. Ὤ παρανοίας
ὁμοῦ καὶ τυφλώσεως. Ταὐτὸν γὰρ εἶναι δοκοῦσιν
ἑκάτερα. Ἡ μὲν γὰρ τὰ ἴχνη τοῦ σώματος, ἡ δὲ
τὰς βάσεις τῆς ψυχῆς περιπλανᾷ παρασφάλλουσα, τὸ
κακῶς διδάσκειν οὐκ ἐπῃσχύνετο, καὶ τὸ καλῶς μανθάνειν
ᾐσχύνετο, ταῦτα μὲν ὁ τῆς Ἀντιοχέων γενόμενος
πρόεδρος Μακάριος ὁ ἀμακάριος, καὶ οἱ σὺν
αὐτῷ τῆς τοῦ Χριστοῦ ταξιαρχίας ἀποστατήσαντες·
ἧστινος οἰκουμενικῆς συνελεύσεως καὶ ψήφῳ κοινῇ
τῆς ἱερατικῆς ἀξίας ἐξώσθησαν, καὶ τῇ τοῦ παναγίου
πάπα δοκιμῇ παρεπέμφθησαν.
Ὀρον δὲ σεπτὸν καὶ σεβάσμιον ἡ ἁγία σύνοδος