PL 96, col. 411

Epistolae (Leo II), J. P. Migne

Ὅτι γὰρ ὑπομιμνήσκειν κατηξίωσεν ἡ ὑμετέρα εὐσέβεια
διὰ θείων αὐτῆς γραμμάτων τὴν ἡμετέραν
οὐδενότητα, ἵνα μυηθῶσιν ἐν τοῖς δόγμασι τῆς ὀρθοδόξου
πίστεως, καὶ τῆς σωτηριώδους διδασκαλίας,
ὅπως φθάσωσι πρὸς τὴν τῆς ὑγιοῦς πίστεως γνῶσιν,
ὡς ἀσθενοῦσι καὶ περὶ τὴν πίστιν ναυαγοῦσι τούτοις
χεῖρα πνευματικῆς διδασκαλίας ἐπιδεδώκαμεν
σπουδαίως, ἵνα πρὸς τὸν τῆς ἀληθείας λιμένα ἀφίκωνται·
καὶ πρὸς τὸ ἐπιγνῶναι τῆς ὑγιαινούσης
πίστεως τὴν ὀρθότητα ἀδιαλείπτως ἰατρικὰ βοηθήματα
παρεχόμεθα κατὰ τὸ ἁρμόζον τῇ ἡμετέρᾳ
διακονίᾳ, οὐ παρελίπομεν ὑπομνήσεως ἰατρεῖον παριστᾷν
τοῖς ἐθέλουσι. Κᾂν εἰ δὲ πρὸς τὴν κατάστασιν
τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς πίστεως ὁ
χαρακτὴρ τῆς γραφῆς τοὺς θαυμαζομένους ἀγῶνας

τῆς ὑμετέρας πραότητος, καὶ τὴν μονογενῶς ἐνοῦσαν
αὐτῇ ἀγρυπνίαν οὐκ αὐταρκεῖ διηγήσασθαι, ἀλλ' οὐ
διὰ τοῦτο τῆς ἀνδρείας ὑμῶν τὰ ἐξαίρετα σιωπῇ
παρεπέμφθη τοῦ παντὸς κόσμου πανταχοῦ ταῦτα
βοῶντος. Ὤ ἁγία μῆτερ Ἐκκλησία, ἀνάστηθι, ἀπόθου τὸ ἔνδυμα τῆς στυγνότητος, καὶ ἔνδυσαι τὴν στολὴν
τῆς εὐφροσύνης σου. Ἰδοὺ ὁ υἱός σου ὁ συστατικώτατος βασιλέων, ὁ σὸς ἐκδικητὴς καὶ βοηθὸς σοῦ. Μὴ ταραχθῇς·
περιεζώσατο γὰρ ῥομφαίαν τὸν λόγον τοῦ Θεοῦ, ἐν ᾧ διαιρεῖ τοὺς ἀπίστους ἀπὸ τῶν πιστῶν· ἐνεδύσατο πίστεως
θώρακα, καὶ περικεφαλαίαν σωτηρίας ἐλπίδα. Ἰδοὺ ὁ σὸς πρόμαχος ὁ νέος Δαβίδ. Μὴ φοβηθῇς, θάρσει· οὐ γὰρ
ἐκεῖνος ὁ ἑνὸς τοῦ Ἰουδαϊκοῦ ἔθνους βασιλεὺς, ἀλλ' οὗτος ὁ σὸς, ὁ τοῦ φιλοχρίστου λαοῦ εὐσεβέστατος βασιλεὺς
πορφυρωθεὶς ἐν τῷ τοῦ Ναζωραίου αἵματι, τὸν σὸν πολέμιον τὸν μεγαλοῤῥήμονα Γολιὰθ κατέβαλε, καὶ πᾶσαν αὐτοῦ
τὴν φάλαγγα πανταχοῦ διεσκόρπισε, καὶ ἐπάταξεν αὐτοῦ πληγῇ λίθου τὸ μέτωπον, ἔνθα σφραγὶς εὐσεβείας οὐχ
ὑπῆρχε· καὶ τῆς κεφαλῆς ἀφαιρεθείσης οὐδεμία ἰσχὺς περιελείφθη. Καὶ ἰδοὺ πανταχοῦ ἐπὶ δόρατος θριαμβεύεται.
Συναθροίσθητε οὖν καὶ συνέλθετε, ὦ θεοσεβέστατοι παντὸς τοῦ κόσμου οἱ λαοὶ, ἅμα τοῖς ἱερεῦσι τῶν τοῦ Θεοῦ
Ἐκκλησιῶν, ἄσατε μεγάλῃ τῇ φωνῇ λέγοντες· Ἐνίκησεν ὁ νέος Δαβὶδ, ὁ συστατικώτατος τῶν Αὐγούστων, οὐ μόνον
ἐν χιλιάσιν· οὐδὲ γὰρ τὴν καθολικὴν νίκην τοῦ εὐαγγελικοῦ κηρύγματος δυνήσεταί τις ἀριθμητικῶς συμπεριλαβεῖν·
ἀλλ' ἔτι μὴν καὶ αὐτὸν τὸν ἀρχηγὸν καὶ πολέμιον καὶ ἡγεμόνα καὶ ἐρεθιστὴν πάντων τῶν κακῶν καὶ τῆς πλάνης τὸν
διάβολον μετὰ τῶν αὐτοῦ ταγμάτων καὶ τῶν συνδρόμων τῷ ὅπλῳ τῆς ἀληθοῦς ὀρθοδόξου καὶ ἀποστολικῆς παραδόσεως
καὶ ὁμολογίας κατέσβεσεν. Εὐφράνθητι οὖν, ἁγία μῆτερ Ἐκκλησία, ἀμέριμνος ὑπάρχουσα περὶ τῆς σῆς ἐλευθερίας,
ἡ πολλάκις καταπολεμηθεῖσα, ἀλλὰ μηδαμῶς ἐγκαταλειφθεῖσα. Ἀνέστησε γὰρ ὁ σὸς ἀήττητος βασιλεὺς ὁ
Χριστὸς βασιλέα φιλόχριστον τὸν σὸν ὑπέρμαχον, τὸν σὸν εὐεργέτην καὶ πάροχον [εὐπάροχον]· οὗτινος τῷ σπουδάσματι
τῆς ὀρθοδόξου πίστεως τὴν ἑαυτῆς ἐπισυνάγουσα λαμπρότητα ὅλον καταυγάζει τὸν κόσμον· καὶ πάντες οἱ
πιστοὶ ἀγαλλιῶνται εὐχαριστίας ἀναπέμποντες, τοὺς δὲ ἀπίστους ἡ λύπῃ καὶ ἡ κατάβλησις καταπαύει, καὶ
συντελεῖ· αἱ τοῦ Θεοῦ Ἐκκλησίαι ανέπνευσαν ῥυσθεῖσαι ἀπὸ πασῶν τῶν ἰδίων περιστάσεων, καὶ τοῖς βασιλικοῖς
περιθάλπονται δώροις, καὶ τῇ αὐτοκρατορικῇ ὀχυροῦνται προστασίᾳ· αἷστισι καὶ ἡ σεβασμιωτάτη ὑμῶν εὐσέβεια
τοῖς Δεσποτικοῖς ῥήμασι τὸν Χριστὸν μιμουμένη ἐπαγγέλλεται· « Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ
αἰῶνος, » ὥσπερ ὁ Κύριος Ἰησοῦς Χριστὸς, οὗτινος τοῖς διδάγμασι κέχρηται, καὶ τῆς αἰωνίου βασιλείας καὶ διηνεκοῦς
δόξης ἐν ἀπολαύσει γένηται· καὶ καθολικῶς ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὸ κράτος αὐτῆς αἰωνιζόντως πλατύνηται. Τῶν δὲ
παρουσῶν ἀναφορῶν ἐλάχιστον ἀποκομιστὴν Κωνσταντῖνον τὸν ὑποδιάκονον καὶ ῥεγιωνάριον τούτου τοῦ ἀποστολικοῦ
θρόνου, τὸν καὶ πρὸ μικροῦ μετὰ τῶν ληγαταρίων τοῦ τῆς ἀποστολικῆς μνήμης τοῦ προηγησαμένου με παραγενόμενον
ἐν τῇ ἁγίᾳ συνόδῳ τῇ αὐτόθι ἐπιτελεσθείσῃ, τῇ συνήθει φιλανθρωπίᾳ ἡ ὑμετέρα βασιλικὴ μεγαλοψυχία
δέξασθαι καταξιώσῃ, καὶ ταῖς ἀναφοραῖς αὐτοῦ τὸ οὖς τῆς εὐμενείας ἐπικλίνῃ, καὶ ὡς διάκονον ἀξίως δέξηται. Τὸ
εὐσεβὲς τοῦ δεσπότου κράτος ἡ οὐράνιος διαφυλάξῃ χάρις, καὶ πάντων τῶν ἐθνῶν τοὺς αὐχένας ὑποτάξῃ.
EPISTOLA IV. LEONIS II AD EPISCOPOS HISPANIAE.

Sexti generalis concilii acta narrat, in quo damnatis
haereticis, catholicae fidei definitio de duabus in

Testo del Corpus Corporum (Università di Zurigo).

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.