PL 96, col. 410

Epistolae (Leo II), J. P. Migne

δεσποτικῆς ἅλωνος, λέγω δὴ τῆς Ἐκκλησίας ἀποκηρυχθέντας
ταῖς κολάσεσι τῆς γεέννης τῷ πτύῳ τῆς
θείας κρίσεως ἀπεβάλετο. Καὶ ὡσαύτως ἀναθεματίζομεν
τούς ἐφευρετὰς τῆς νέας πλάνης· τοτέστι
Θεόδωρον τὸν τῆς Φαρὰν ἐπίσκοπον, Κῦρον τὸν Ἀλεξανδρείας,
Σέργιον, Πύῤῥον, Παῦλον, Πέτρον, τοὺς τῆς
Ἐκκλησίας Κωνσταντινουπόλεως ὑποκαθιστὰς μᾶλλον,
ἤπερ καθηγητάς, οὐ μὴν ἀλλὰ καὶ Ὁνώριον, ὅστις
ταύτην τὴν ἀποστολικὴν Ἐκκλησίαν οὐκ ἐπεχείρησε
διδασκαλίᾳ ἀποστολικῆς παραδόσεως ἀγνίσαι, ἀλλὰ
τῇ βεβήλῳ προδοσίᾳ μιανθῆναι τὴν ἅσπιλον παρεχώρησε.
Καὶ πάντας δὲ τοὺς ἐν τῇ ἑαυτῶν πλάνῃ
τελευτήσαντας· ὡσαύτως δὲ βδελυττόμεθα καὶ ἀναθεματίζομεν
τοὺς τούτων μιμητὰς καὶ συνίστορας,
τούς τε ἤδη ἔκπαλαι καὶ μέχρι τοῦ νῦν ὄντας,

τουτέστι Μακάριον τὸν γενόμενον ἀπατεῶνα τῆς Ἀντιοχέων
Ἐκκλησίας ἅμα τῷ σὺν αὐτῷ τῆς πλάνης
μαθητῇ, μᾶλλον δὲ διδασκάλῳ Στεφάνῳ· καὶ σὺν
αὐτοῖς Πολυχρόνιον τὸν νέον ὡς ἀληθῶς Σίμωνα·
ὅστις τῇ φαντασίᾳ παιζόμενος τῆς αἱρετικῆς φαυλότητος
ἐγείρειν νεκροὺς ἐπηγείλατο· τοῦ δὲ ἀποτελέσματος
τῇ ματαίᾳ αὐτοῦ κατατολμήσει μὴ
ἑπομένου, ἐν πᾶσιν ἀπατεὼν ἐδείχθη· ἔτι δὲ καὶ
τοὺς τὰ ὅμοια αὐτῶν φρονήσαντας, ἢ φρονοῦντας,
τοὺς δηλονότι ἓν θέλημα καὶ μίαν ἐνέργειαν φάσκειν
κατατολμήσαντας, ἢ κατατολμῶντας, ἢ μέλλοντας κατατολμᾷν
ἐπὶ τῶν δύο φύσεων τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ, οὓς ἀπεκήρυξεν ἡ προμνημονευομένη
ἁγία καὶ οἰκουμενικὴ ἕκτη σύνοδος. Καὶ τὸν
Μακάριον μὲν τοῦ τῆς προεδρίας ἀξιώματος ἀπεβάλετο,

τὸν δὲ μαθητὴν αὐτοῦ Στέφανον, καὶ Πολυχρόνιον
τὸν μεματαιωμένον γέροντα τῆς ἱερατικῆς
ἐξέκοψε τιμῆς, τούς τε τούτων μετόχους καὶ ἑταίρους,
οἵτινες οὐκ ἠβουλήθησαν συνιέναι τοῦ ἀγαθῦναι,
ἀνομίαν δὲ ἐλογίσαντο ἐπὶ ταῖς κοίταις αὐτῶν·
οἵτινες τὰς ἰδίας πλάνας πανταχοῦ ἐπεχείρησαν
κατασπεῖραι, κατ' ἐξαίρετον ὁ Μακάριος. Καὶ ὑπὸ
τὴν δορὰν τοῦ προβάτου λανθάνων ἐπανεφάνθη λύκος,
καὶ ἀντὶ ποιμένος ηὑρέθη κλέπτης, καὶ λῃστὴς
ἀπεῤῥίφθη ἀπὸ τοῦ ἀληθινοῦ τῶν προβάτων ποιμένος,
τουτέστι τοῦ Χριστοῦ ὡς πολιορκητὴς καὶ λοιμοφθόρος.
Διὸ καὶ τῷ τοῦ ἀναθέματος δόρατι ἀξίως
ἐπλήγησαν, καὶ αἰωνίοις συνδεθέντες δεσμοῖς, μὴ
βουλόμενοι μετανοῆσαι ἀνευλύτως ἀναφραγέντες κατέχονται·
μήπως πάλιν διαναστάντες τῷ μιασμῷ τῆς

οἰκείας λοιμοφθόρου διδασκαλίας, τῇ ἀχαλινώτῳ αὐτῶν
τόλμῃ τινὰς τῶν ἁπλουστέρων μολύνωσιν· οἵτινες
καὶ μέχρι τοῦ παρόντος ἐπιμόνως τῇ οἰκείᾳ αὐτῶν
ἐνστάσει προσμεῖναι ἠθέλησαν, ἤπερ [εἴπερ] ἵνα
πρὸς ἐπίγνωσιν τῆς ἀληθείας ὑποστρέψαντες σωθῶσι
Τῇ γὰρ χρονίᾳ κακίᾳ ἐσκληρύνθη ἡ καρδία αὐτῶν·
καὶ παρὰ πᾶσιν ἐφάνησαν συνειδήσει μᾶλλον, ἤπερ
ἀγνοίᾳ ἐξολιθήσαντες, ὡς ἑκουσίως ἐπιμαχόμενοι τῇ
ἀποστολικῇ ἀληθείᾳ· καὶ μᾶλλον τὴν ἑαυτῶν, ἤπερ
τὴν τοῦ Θεοῦ δόξαν ἐπιζητοῦντες, ὁπόταν ὁ Κύριος
ὑπομιμνήσκῃ τοὺς πλημμελοῦντας προτρέπων πρὸς
διόρθωσιν μετανοίας. « Οὐ γὰρ βούλεται τὸν θάνατον
τοῦ ἁμαρτωλοῦ, ἀλλ' ἵνα ἐπιστραφῇ καὶ ζήσηται. »

Testo del Corpus Corporum (Università di Zurigo).

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.