PG 100, col. 1093

τον εἰς τὸν τοῦ κυνσρίου τράχηλον, καὶ ἔλεγεν
ευτῷ εἰς ἐπήκοον τῶν παραβαλόντων· « Ἀπελθε
κάτω ἐν τῷ μοναστηρίῳ, καὶ τόδε τὸ γραμματεῖον
ἀποκόμισον τῇ ἡγουμένῃ, καὶ ταχύνας ὑπόστρεψον.»
Εὐθέως δὲ τὸ κυνάριον κατὰ τὴν ἐπιταγὴν τοῦ Πα-
τρὸς τὸ μοναστήριον κατελάμβανεν, καὶ τῇ κέλλῃ
τῆς ἡγουμένης ἐπιβαβύζον(3) τὴν ἐντολὴν ἐπλήρου.
Ἡδεισαν γὰρ καὶ οἱ I τοῦ μοναστηρίου τὴν τοῦ ζώου
διακονίαν, καὶ εὐθέως αὐτὸ τῇ ἡγουμένῃ εἰσεκόμι-
ζον, καὶ πρὸς τὴν γραφὴν ἐποίουν. Καὶ ταῦτα
τοῖς ἀγίοις αὐτοῦ.
Ἀλλοτέ ποτε ἐκ διακονίας τινὸς τὸ ὄρος καταλα-
δὼν ὁ τιμιώτατος Στέφανος, εὗρεν τὸν θεοφόρον
Ἰωάννην πρὸς τὸ θυρίδιον τοῦ σπηλαίου τὴν ἀγίαν
αὐτοῦ κάραν ἐπιθήσαντα, κλαίοντα πικρῶς. Ὡς δὲ
εἰσελθὼν καὶ τὴν συνήθη βαλλὼν μετάνοιαν, παράθε-
σιν οὐκ ἔλαβεν, διὰ τὸ τὺν Πατέρα οὐ μικρῶς ὀδύρε-
σθαι· διελογίζετο κάτω κείμενος, τίς ἄρα εἴη ὁ τοῦ
Πατρὸς κλαυθμός. Ὁ δὲ πραῦς ἐκεῖνος Πατὴρ θεό-
θεν γνοὺς τοὺς διαλογισμοὺς τοῦ ἀγίου, ἀναστήσας
αὐτὸν εἶπεν· « Διὰ σέ μου ὁ θρῆνος, ὦ τιμιώτατον
τέκνον. Ἐγνων γὰρ ἐπὶ σοῦ αὐξάνεσθαι, καὶ κατα-
στρέφεσθαι τόνδε τὸν τόπον ὑπὸ τῆς νυνὶ ἀναζεσά-
σης τῶν εἰκονοκαυστῶν αἰρέσεως. » Ὁ δὲ τίμιος
Στέφανοςἐκ καρδίας στενάξας ὀδυνηρῶς εἶπεν· ʼὉ
Πάτερ, συναπολλύμενον κάμὲ τῇ αὐτῶν ἀσεβείᾳ,
καὶ μὴ σωζόμενον; » Ὁ δὲ ὅσιος Ἰωάννης φησίν·
Οὐχὶ, τέκνον· ἀλλʼ οὗν βλέπε. έγραπται γὰρ,
Ὁ ὑπομείνας εἰς τέλος, οὕτος σωθήσεται. » Καὶ
προεῖπεν αὐτῷ πάντα ἃ ἐκείνῳ ἔμελλον αὐτῷ συμ-
βαίνειν.
Ἐν δὲ τῷ χρόνῳἐκείνῳ ὁ τοῦτιμίου Στεφάνου πα-
τὴρ τέλει τοῦ βίου ἐχρήσατο. Καὶ τὴν πόλιν τοῦνεκα
καταλαβὼν οὗτος, παρῆν πρὸς τὴν τοῦ γεννήτορος
κηδείαν. Καὶ μετὰ τὴν τούτου ἐνταφίασιν, τὰ συν-
όντα αὐτοῖς ἐν Κωνστατινουπόλει ἀπαντα πεπρα-
κὼς ⁵, ἅμα τῇ μητρὶ καὶ τῇ μιᾷ ἀδελφῇ (τῆς ἄλλης
προαποκειραμένης ἐν ἐτέρῳ τοῦ Πυζαντίου μονα-
στηρίῳ), οὕτω τῆς ἐνεγκαμένης ἀπάραντες, τὸ ὄρος
κατέλαβον. Ὁ δὲ τίμιος Στέφανος τήν.τε μητέρα
καὶ ἀδελφὴν εὐλογηθῆναι ποιήσας παρὰ τοῦ ἀγίου
γέροντος Ἰωάννου, καὶ κατηχηθῆναι τὸν λόγον τῆς
ἀληθείας, αὕθις κατήνεγκεν αὐτὰς ἐν τῷ γυναικείῳ
μοναστηρίῳ, καὶ συγκαταριθμήσας αὐτὰς τῇ ἀγίᾳ
ἐκείνῃ συνοδίᾳ, γίνεται αὐτὸς τῆς σαρκικῆς μητρὸς
πνευματικὸς Πατὴρ ὅιὰ τοῦ ἀγίου σχήματος, ὁμοίως
καὶ τῆς ἀδελφῆς. Καὶμετὰ τὴν τοῦ ἀγίου σχήμα-
τος συμπλήρωσιν, αὐτὸς ἀπάρας ἐπὶ τὸ ὄρος, ῷχετο
τῇ προτέρᾳ διαγωγῇ.
Ἐν πᾶσι δὲ τοῖς θεαρέστοις ἔργοις καλῶς διαπρέ-
ss εal. xn, 36. Math. α, 22.
dUnus habet εt. ἐ al. πέπρακτο. ὶ al. οὗτοι. Duo hic addunt ἐπὶ τὸ αὐτό.
NoTππ.
(3) Xαdaδdξiν. Vos eorumd. ἀπὸ τοῦ βαύζειν, quod est lstrare.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.