PG 100, col. 213

κὶειόνων χρόνων καὶ γενεῶν πολλῶν ἐπ’ εὐσεϐείᾳ
γνωρίμων καὶ⁵ μεμαρτυρημένων , τὸὶ πιστὸν
καὶ τὴν ἰσχὺν, ἀπομάχεσθαι, καὶ αὐτόθεν ’τδ- ἀσφαί
λές, τῷ παρακεχωρηκότι πάντων τῆς ἐννοίας, πρὸς
λόγου πληροφορίαν είς ἀπόδειξιν καὶ βεϐαίωσιν πα·
ραλαμθάνεσθαις in ambiguis etiamet ope aliqua ad persuasionem
Ὠς γοῦν ἤδη τοιαῦτα καὶ οὕτως ἔχοντα ἔγνωσται,
μηδὲ τὴν ἀρχὴν ἀντιλέγειν ἐχρῆν· ἵνα μὴ ταύτὸν
ἐκείνοις πεπονθέναι ὀφθείημεν, καὶ ἀϐελτερίας καί¹
ἀπαιδευσίας όφλήσαντες γέλωτα, τὴν ῐσην άπενεγκοί-
μεθα γραφὴν, τοῖς μειρακιώδεσιν ἐπιϐάλλοντες λό-
γος. Ἐοικε γὰρ ὸ ταῦτα ἀνατρέπειν πειρώμενος, τὰς
κατά παιδιὰν ἐκ ψάμμου παίδων ἀθύρμασι κατ-
εσκευασμένας πε ριτρέπειν μάλλον οἰκοδομίας, ἢ τοῖς
παρὰ πᾶσι τοῖς ωνιοῦσιν ῶς ἀληθῶς καὶ τὴν ἀλήθειαν
τετιμηκόσιν ἐπεγνωσμένοις, συναγορεύειν. Ἀλλ’
ἐπειδὴ ὥσπε ρ ἐξ ἐπιτάγματος σοφοὶ εἶναι βούλονται,
μὴ δτι τῆς ἀληθείας ἀντέχεσθαι σπουδὴν ποιούμε-
νοι, τοῦ ψεύδους τε ῶς οἷοί τέ είσι μεταποιούμενοι,
ἐρεσχελία πολλῇ κα)⁸ φλυαρίᾳ καὶ βατταρισμοῖς χρώ-
μενοι, ἐπὶ τῇ τῶν πολλῶν λύμῃ, συναρπάζουσι δι’
αὐτῶν τοὺς άκεραιοτέρους, ἐκ πολλῆς ἄγαν ἀποπλη-
ξίας καὶ⁵ δυσϐουλίας αἰχμαλωτίζοντες, είς τὸ οίκείον
πτῶμα τοὺς πολλοὺς ἕλξειν. Οἷς ἥδη καὶτῶν λογι μωτέ-
ρων δοκοῦντες καὶ περιφανεστέρων τινὲς, σκανδαλίο
Cenat, ἐπειδὴ ἅπτεται ὡς τά πολλά καὶτῶν ἀρίστων
δ μῶμοςο καθάπερ γὰρ φθοροποιοῦ νοσήματος πᾶσιν,
ὥς ἔπος είτπϊν, τῆς ἑαυτῶν μεταδιδόασι λώϐης.
τῷ φαινομένῳ γάρ καὶ κεχρωσμένιρ τῶν τὴν ἀκοὴν
περισαινόντων λόγων περιθελγὸμενοι, τὸν δὲ κατ·
ορωρυγμένον καὶ κεκρυμμένον βόθρον διὰ τὸ ἀνεπι-
στάτητον οὐ προορώμενοι, ταῖς πάγαις ἐξ ἀπροσ-
ιξίας τῆς ἀπιστίας ἀκλεῶς περιπίπτουσιν. Ἐν προ-
σχήματι γάρ Χριστιανισμοῦ τὸ Χριστιανίζον άπαν
εὐσεϐῶς όταῦτα συγγεγραφηκῶς δυσμενῶς ἐξεπόρ-
θησε. Ταύτῃ τοι καὶ οὐκ ἀκόσμως τι δόξαντες δρᾷν,
είς τήνδε τῶν λόγων τὴν ἐξέτασιν καθήκαμεν ἐαυ-
τούς. Καὶ οὐκ ἀν ἀποκνήσαιμεν σαθρά καὶ διατερ⁹
ῥυηκότα καὶ ἀραχνίων ἀσθενέστερα τά τούτων ἀπο-
φαίνειν προϐλήματα, τοὺς τῆς ἀληθείας ἐλέγχους
εὐστόχως ἐπάγοντες, ὡς ἂν δήλης ἅπασι τῆς ἐν
αὐτοῖς ἀτοπίας καθισταμένης, ἐπιγνοίεν οί συνετοὶ
τὺ ἀπατηλὸν αὖτῶν καὶ κατεπτυσμένον, καὶ τῆς
ἑαυτῶν ἀσφαλείας προνοήσαιεν. Ὀτι μὶν οὖν ὡς ἐν
ἅπασιν ἀωνετοῦντες καὶ ἀμαθαίνοντες,κάν ταύταις
ἀποσφάλλονται ταῖς φωναῖς, τῷ ἀγράπτῳ φημὶ καὶ
ἁπεριγράπτῳ, ῶς οἶμαι, παντί τῳ σαφές · είς ταύ-
τὸν ἀμφότερα συνενεγκόντες, τά ἐν πολλοῖς διαφέ-
ροντα, περὶ ὧν είς ὕστερον διαληψόμεθα, τήν τε
διο-φοράν καὶ τὴν ἀπ’ αὐτῶν σημαινομένην δύνα-
μιν ἓπισκεπτόμενοι. Ἐν τῷ παρόντι δὲ, τῇ τούτων
ἀπαιδευσίᾳ καὶ ἀμουσίᾳ συγκαθιστάμενοι, πρὸς τάς
903 διδασκάλου αὐτῶν προϐεϐλη μένας φωνὰς, οίκείως

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.