PG 103, col. 853

τρέπονται, καὶ αἱ μὲν τῶν παίδων τὰς τῶν πατέρων,
αἱ δὲ τούτων τὰς ἐκείνων ἀναιροῦσι, καὶ αἱ τῶν
συζυγιῶν τὰς ἀλλήλων, καὶ αἱ τῶν οἰκιῶν τοὺς
ἐνοικοῦντας ἢ αἱ τούτων τὰς τῶν οἰκημάτων, καὶ
ἁπλῶς ὅσα προείρηται, πανταχόθεν ἡ γένεσις ἑαυ-
τήν ἀνέτρεψε καὶ διέλυσεν. Ἀλλ’ οὕτω μὶν τὸ καὶ
μ’ κεφάλαιον .
Ἐν δὲ τῷ γ’ καὶ μ’ φησὶν ὅτι ποικίλαις μὲν πράξεσι
καὶ πάθεσιν ἢ φυσικαῖς ἢ αὐθαιρέτως τὰ ἐπὶ γῆς καὶ
τὰ ἐν ἀέρι καὶ ἐν θαλάττῃ καὶ ἡμεῖς ὁμολογοῦμεν
ὑποκεῖσθαι θ τὸ δὲ ἀνάγκην εἱμαρμένην πάντων αἰτίαι
εἶναι καὶ ἐκτρεπόμεθα καὶ διελέγχομεν, ἀπὸ τῶν ἀψύο
χων ἀρχόμενοι καὶ εἷς τὰ ἄλογα ζῶα μεταϐαίνοντες,
ἐκεῖθεν είς τοὺς λογικοὺς ἀνθρώποος διαϐιϐάζοντες.
Μάγνης γοῦν ὁ λίθος σίδηρον ἁρπάζει, καὶ οὐχ ἁρπάζει
μόνον, ἆλλὰ καὶ δύναμιν ἐντίθησιν ἕτερον ἁρπάσαι,
κάκεῖνος πάλιν ἄλλον μέχρι πλειόνων. Δίκταμνος ²⁴
ἡ βοτάνη πάλιν τοῖς ἷόϐόλοις ἐστὶ πολέμιος · καὶ γὰρ
καὶ μόνης τῆς ὀσμῆς ἀντιλαμϐανόμενα εἷς τὸ ἁνενέρ-
γητον μεταϐάλλει. Καὶ βοτανῶν ἀγλαοφωτὶς μόνη
τοσοῦτον ἐν νυκτῖ λάμπει ὅσον ἡ προσηγορία δηλοῖ,
καὶ τὸν ἐπιθυμοῦντα λαϐεῖν φεύγει, καὶ ταῦτα έρῥι-
ζωμένη τόπον ἐκ τόπου παρᾶ φύσιν μεταϐαίνουσα ο
ού γὰρ πρόσεστι τοῖς ἐρῥιζωμένοις κίνησις ἡ μετα-
ϐατική. Χαμαιλέων τὸ ζῶον είς πολλὰ χρώματα τὸ
σῶμα μεταϐάλλει, καὶ τοιοῦτος ⁸⁵ φαίνεται οἷον τὸ
πλησιάζον καὶ παρακείμενον αὐτῷ, κᾶν ξύλον κᾶν
λίθος κᾶν ἄλλο ²⁶ τι τοιοῦτον ᾖ ” πρὸς γὰρ τὴν ἐκεί-
νου χροιὰν ἁρμόττει 2⁷ τὴν ἑαυτοῦ. Καὶ ἡ σελευκὶς
τὸ πτηνὸν οὕτως ἐστὶν ἀκρίσιν ὀλέθριον, ὥστε καὶ
ὅσαι ἂν τῇ σκιᾷ ταύτης καταληφθεῖεν φθείρονται.
’Ἀλλοις πάλιν ἡ νὺξ, ἀλλ’ οὐχὶ τὸ φῶς ἐστι τῇ ὄψει
ἁρμόδιον. Καὶ τροφὴ πάλιν ἄλλοις ἡ ἑτέρῳ ³⁸ θανά-
σιμος. Ἀλλὰ καὶ τὸ ποτὸν οὐ πᾶσι τοῖς ζώοις χρήσι-
μον. Τὸ δέ γε οὐρεῖν τετραπόδων μὶν ἐνίοις οὐ πρόσ-
εστι, πτηνῶν δὲ οὐδενί. Καὶ τί δεῖ λέγειν κατὰ μέρος
τὰς ἐν τοῖς ζώοις [354 Η.] τροφῆς τε καὶ πότου καὶ
διαπλάσεων καὶ ᾠδῆς καὶ σιγῆς καὶ μονῆς καὶ ἁπο-
δημίας καὶ ἐπανόδου καὶ ὑπηρεσίας καὶ ἐλευθερίας
[684 3.] σωφροσύνης τε καὶ πολυγαμίας καὶ ἔργα·
σίας καὶ ἀργίας θρασύτητός τε καὶ δειλίας καὶ τῶν
ἄλλων ἀναριθμήτων διαφορὰς; Ποία τοίνυν δρόμου
κίνησις ἕκαστον γένος τοιοῦτον ὑπέστησε; διὰ τί δὲ
τὸ ὅλον γένος τοιοῦτον, καὶ οὔτε λαγὼς θρασυνθῇ
οὔτε λέων δειλιάσει ³9, οὐδ’ ἄλλο τι τῆς κατὰ γένος
καὶ προσηκούσης αὐτῷ ἐνεργείας τὴν φυγὴν μελετή-
σειεν,ἆλλ’ἓκαστον γένος ὅλον ὅμοιον, μόνον ³ο δὲ
ταῖς μεταϐολαῖς τὸ τῶν ἀνθρώπων γένος ποικίλλεται;
VARI/E LECTIONES
²⁴ δίκταμοςᾷςες. ν²⁸ τοιοῦτο Α,
libri ὶτέρα. ³⁹ δὲιλιάσῃ ⁸ο μόνον Schottus : libri μῖόναις.
NOT/E.
(62) Lege Plinium, lib. xxiv, cap. i7, et )Elian. De animal. lib. xlv, cap. 27.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.