PG 11, col. 1549

In inglese: Origen Against Celsus 8.21

καί ἠ ζωή.
Ἶδωμεν δὲ καὶ τὰ ἑξῆς Κέλσῳ λεγόμενα περὶ Θεοῦ,
καὶ ὼς προτρέπει ἡμᾶς ἐπὶ τὴν τῶν ὡς μὲν πρὸς
ἀλήθειαν εἰδωλοθύτων χρῆσιν, ἦ, ἵν’ οῦτως ὀνομάσω,
δαιμονιοθύτων, ὡς δ’ αὐτὸς προσαγορεύσαι ἂν, ἆτε
μὴ εἰδὼς, τί τὸ ἀληθῶς ἱερὸν καὶ ποδαπαὶ αἱ παρά
τούτῳ (77) θυσίαι, ἱεροθύτων· ἀ δὲ λέγει, τοιαῦτά
ἐστιν· '0 γε μὴν Θεὸς ἅπασι κοινός, ἀγαθός τε
καὶ ἀπροσδεὴς, καὶ ἔξω φθόνου· τί οὖν κωλύει
τοὺς μάλιστα καθωσιωμένους αὐτῷ καὶ τῶν δημο-
τελῶν ἑορτῶν μεταλαμϐάνειν ; Οὐκ οῖδα δὲ τί φαντα-
σθεὶς οἴεται ἀκολουθεῖν τῷ τὸν Θεὸν εἶναι ἀγαθὸν, καὶ
ἀπροσδεῆ, καὶ ἔξω φθόνου, τὸ τοὺς καθωσιωμένους
αύτῷ μεταλαμϐάνειν τῶν δημοτελῶν ἑορτῶν. Καί
φημι, ὃτι ἠκολούθει μὲν τῷ τὸν Θεὸν εἶναι ἀγαθὸν,
καὶ ἀπροσδεῆ, καὶ ἔξω φθόνου , τὸ αὐτῶν (78) τῶν δη μο-
τελῶν μεταλαμϐάνειν ἑορτῶν· εἰ ἀπεδείκνυτο, ὅτι al
δημοτελεῖς ἑορταὶ οὐδὲν μὲν ἔχουσιν ἐσφαλμένον, ἀπὸ
δὲ τῆς περὶ Θεοῦ θεωρίας ἑνομοθετήθησαν, ὼς ἀκό-
λουθοι τῇ εἰς αὐτὸν θεραπεία καὶ εὐσεϐείᾳ. El μέντοι
αἱ δημοτελεῖς μέχρι ὀνόματος ἑορταὶ μηδένα λόγον
ἔχουσιν ἀποδεικτικὸν, ὡς ἀρμόζουσαι τῇ είς τὸ θεῖον
θεραπείᾳ, ἀλλ’ ἐλέγχοιντο οὖσαι ἀναπλάσματα τῶν
ὅπως ποτὲ ἔτυχε διά τινας ἱστορίας ἀνθρωπικὰς
ταῦτα νομοθετησάντων, ἢ καὶ φυσιολογίας περὶ ὓδα-
τοςῆ γῆς ἢ τῶν ἀπ’ αὐτῆς καρπῶν δοκούντων (79)
περιέχειν ⁶ δῆλον, ὅτι oi τὸ Θεῖον ὲξετασμένως σέϐειν
θέλοντες εὔλογόν τι πράττοιεν μὴ μεταλαμϐάνον-
τες (80) τῶν δημοτελῶν ἑορτῶν. Ἐορτὴ γὰρ, ὥς
φησι τις καὶ τῶν Ἑλληνικῶν σοφῶν, καλῶς λέγων,
οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ τὰ δέοντα πράττειν· καὶ
ἑορτάζει γε κατά ἀλήθειαν ὁ τά δέοντα πράττων, ἀεὶ
εὐχόμενος, διὰ παντὸς θύων τάς ἀναιμάκτους ἑν ταῖς
πρὸς τὸ Θεῖον εὐχαῖς θυσίας. Διὸ καὶ μεγαλοφυέστατά
μοι δοκεῖ παρὰ τῷ Παύλῳ είρῆσθαι τὸ, Ἡμέρας
παρατηρεῖσθε, (81) καὶ μῆνας, καί καιροὺς, καὶ
ἐνιαυτούς· φοϐοῦμαι ὑμᾶς, μή πως είκῆ κεκοπίακα
είς ὑμᾶς. “
Ἐὰν δέ τις πρὸς ταῦτα ἀνθυποφέρῃ τὰ περὶτῶν
παρ’ ἡμῖν κυριακῶν, ἢ παρασκευῶν, ἢ τοῦ Πάσχα, D εοςνθξν
ἦ τῆς Πεντηκοστῆς δι’ ἡμερῶν γινόμενα· λεκτέον καὶ
πρὸς τοῦτο, ὅτι ὁ μὲν τέλειος, ἀεὶ ἑν τοῖς λόγοις ὢν,
καὶ τοῖς ἔργοις, καὶ τοῖς διανοήμασι τοῦ τῇ φύσει
Κυρίου Λόγου Θεοῦ, ἀεί ἑστιν αὐτοῦ ἑν ταῖς ἡμέραις
καὶ⁵ ἀεὶ ἀγει Κυριακάς ἡμέρας. Ἀλλά καὶ ἀεὶ παρα-
σκευάζων ἑαυτὸν πρὸς τὸ ἀληθινῶς ζῇν, καὶ ἀπε-
χόμενος τῶν τοῦ βίου ἡδέων καὶ τοὺς πολλοὺς ἀπα-
¹⁷ Joan. xtv, 6. ³³ Thucyd. l. ι. ’θ Galat. tv, I0, Il.
(7_7)1__Iap¢‘¢__todtcp_. Guieto_ videto! scribendum
παρά trod-rapid est ἀί παρά τὸ ἱερὸν θυσίαι. Id est,
al ἱεραὶ θυσίᾳιι, ,, ,, .. . .. ι
(78) Τὸ αὐτῶν. Mallet_ Boherellus.2 Λτὸ αὐτούὲ
Publi), post iniss.,_dmb δὲ τῆς περὶ Θεοῦ θεωρίας. In
antea editis omittitur περί. _ _ _ .. ’
(79) donavi-war. Guie'to mihique videtur scriben-

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.