PG 114, col. 496

πάλιν εἶχεν ἡττωμένην τῆς προαιρέσως· ὥσπερ
δὴ τὴν προαίρεσιν τῆ μεγαλοδωρεᾷ τοῦ πνεύματος
ἡεί ποτε νικωμένην, ὡς μετ’ οὗ πολὺ δηλωθήσεται,
Τοῦτο δὲ εἰκότως λίαν, καὶ τοῖς πράγμασιν ἀκολού-
θως. Εἰ γὰρ αὐτὸς ἄνθρωπος ὢν ἀνθρώπων ἔσπευδε
δεομένων ὑπερϐάλλειν ἐπιθυμίας τῷ μεγαλείῳ τῆς ⁷
προαιρέσεως, πῶς οὒκ ἔμελλε πάλιν ἀνθρωπίνη
προαίρεσις θεϊκῷ πλούτῳ καὶ χρηστότητι παρευδο-
κιμεῖσθιι ;
κη’. Οὕτω δὲ συμπαθείας ἐπὶ πᾶσιν ἔχων ἁπλῶς
τοϊς ἰνδείᾳ πιεζομένοις, ἔτι μᾶλλον ἐπέτεινε τὴν
συμπαθειαν ἐφ’ οὓς πάλιν τὸ δυσχερὲς ἐπετείνετο,
καὶ μετὰ τῆς ἐνδείας ἔτι καὶ νόσος, ἢ μελῶν πή·
ρωσις τρύχουσα ἧν, καὶ αὒτή γέ ἡ ἱερὰ τὸ βαρύτα-
τον. Ταύτη τοι καί ἦν ὀφθαλμὸς μὲν τυφλῶν, ποῦς
δὲ χωλῶι, ἀμφίασις γυμνῶν, ἀστέγων σκέπη, vo-
σούντων ἰατρὸς, χορηγὸς, ὑπουργὸς, οἰκέτης, πᾶσι
πάντα διὰ τὸ περιὸν τῆς φιλανθρωπίας γενόμενος.
σί”ἷματα πλύνων, τρύματα καθαίρων , χείλη προσ-
άγων χείλεσι τῶν τὴν σάρκα λελωϐημένων, καῖ
οὕτω λίαν σοφῶς ἐκείνους παραμυθούμενος, καὶ
πείθων πρᾴως φέρειν τὴν συμφορὰν τῷ γινώσκειν
ἑαυτοὺς ὅτι μήή μόνον οὒκ ἀποστροφῆς ἄξιοι δι’
ἃ πάσχουσι γίνονται, ἀλλὰ καὶ μακαρισμοῦ μᾶλλον
atati ἀσπασμοῦ τοῖς γε νοῦν ἔχουσιν, Οὐ μὲν παθὼν
τὸ τῶν πολλῶν ὑπεροπτικὸν καὶ ἀνάλγητον, οὓς
δέον έν τῇ πρὸς τοὺς ἀδελφοὺς συμπαθείᾳ, τὸ τοῦ
Θεοῦ χρηστὸν ἑαυτοῖς μνηστεύεσθαι καὶ φιλάνθρωο
πον, οἱ δὲ, ὢ τῆς ἀπανθρωπίας Ξ οὕτως εἰσὶν ὑψηλοί
τε καῖ μεγαλόφρονες, ἢ τάληθὲς μᾶλλον εἰπεῖν
φίλαυτοι περιττῶς καὶ μικρόψυχοι, ὡς μὴ μόνον
μὴ προσίεσθαι τούτους, ἀλλὰ καὶ ὁρᾷν μὴ ἀνέχεσθαι.
καθάπερ οὐδὲ μεμνῆσθαι βουλόμενοι, οὔθ’ ὅλως
εἰδέναι, ὅτι καὶ αὐτοῖς σάρκες εἶσὶ τοιούτοις πάθε-
σιν ὑποκείμεναι, Ἀλλ’ οὔχ ὁ μακάριος οὗτος οὔτως,
ἀλλὰ καὶ λίαν ὥσπερ ἔφημεν εὐγενῶς καὶ μεγαλο-
ψύχως· καὶ τούτου πολλῶν μὲν ὀφθαλμοὶ μάρτυρες.
μάλιστα δὲ τῶν τήν ὑπηρεσίαν ταύτην αὑτῷ συν-
διαφερόντωνο οἳ καὶ τὸ πρῶτον τὰ κομιδῆ φιλάν-
δρωπα ταυτα καὶ συμπαθῆ τοῖς ἄλλοις ὁμοίως ἀπο-
τρεπόμενοι, ’ἔπειτα τὴν πολλήν ἐκείνου δυσωπη-
θέντες μετριοπάθειαν, ἒπείσθησαν ὑγιῶς φρονεῖν,
καὶ ἀξίως τῆς ἀνθρωπίνης, ἀσθενείας καὶ ταπεινό-
τητος.
κθ’. ’Ὥστε κοινὸν αὑτὸν εἴ τις εἴπῃ λιμένα, κοινὸν
ἰατρεῖον, κοινὴν ἑστίαν, κοινὸν ταμιεῖον, καλῶς ipsi
καὶ συμφώνως τῇ ἀληθείᾳ, νοσούντων πεινώντων,
ῥιγώντων ἀποδημούντων* πάντες γὰρ προνοίας ἀπέο
λιϐον αὑτῷ τῆς δεούσης. Ἀμελούμενον δὲ ἢ παραθεω-
ρούμενον· εἴπερ ἐζήτησας ἐκεῖ δι’ εὐτέλειαν εὗρες ἂν
τῶν πάντων ούδένα, ἀλλ’ αὑτὸ μὲν τοῦτο, τὸ εὑτέλές
φημι, καὶ ἐλάχιστον, καὶ πλείονος ἀξιούμενος της
προνοίας* επεὶ καὶ Χριστὸς ἂν ἐλαχίστοις, uti? τὰ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.