PG 115, col. 228

φλυαρεῖν τοσαῦτα καὶ νομίζειν εἰδέναι τι, μηδὲν ἐπι-
στάμενος. Δεθέντος δὲ αὑτοῦ ἐν τοίς τέσσαρσι ττάλοις
καὶ μαστιζομένου σφοδρῶς καθ’ ἑκάτερα μέρη τοῦ
σώματος, αύτη μόνη ἐγένετο παρ’ αὐτοῦ φωνηο Ἰη-
σοῦ Χριστὲ, βοήθει μοι, τῷ ταπεινῷ δούλῳ σ’ουῖ
Κύριε, μή με ἐγκαταλείπης Ι
ΙΑ’. Καὶ ἀλλαγέντων ἐπ’ αύτῷ ἒξ δημίων τῶν καὶ
τυπτόντων αὐτὸν, καὶ τοῦ αἵματος αὐτοῦ τὴν γῆν
πληρώσαντος, καὶ ὅλου τοῦ σώματος αὑτοῦ χαλεπῶς
διατιθέντος τοῖς τραύμασιν, ὁ δικαστὴς ὁρῶν τὸ
πάθος ἐλεεινὸν γεγενημένον καὶ τὸν λογισμὸν τοῦ
μάρτυρος ἀμετακίνητον ὄντα, λέγει πρὸς αὐτόν·
Θύεις, Ἀκάκιε, ᾖ ἀκμὴν ἁντιλέγεις; σὺ γὰρ ἥλω
ἄθλιος μᾶλλον φανῆναι ἤ φίλος γενέσθαι τῶν βασι-
λέων. Ὁ ἅγιος Ἀκάκιος λέγει· Οῦ θύω ποτέ· ἔχω
γὰρ τὸν Κύριον μου Ἰησοῦν Χριστὸν τὸν βοηθοῦντά
μοι ἀεί· ἐμὲ γὰρ ἐκ τῶν βασάνων σου τούτων ἰσχυ-
ρώτερον μᾶλλον καὶ θαρσαλεώτερον κατέστησας·
ἕως γὰρ ἆρτι ἡ προσδοκία τῶν δεινῶν κᾶν ἐν μέρει
τὸν λογισμόν μου ἐτάραττεν, γενομένη δὲ ἡ πεῖρα
τοῦ πάθους καὶ ἐνεχθεῖσα διὰ τὸν ἐνδυναμοῦντά με
Κύριον Ἰησοῦν Χριστὸν, σφόδρα με γῢναιώτατον
ἐποίησεν πρὸς πᾶσαν τιμωρίαν πιστεύσαντα ἀδια-
κρίτως τῷ Θεῷ· Ὀ δικαστὴς εἶπεν· Ἐπειδὴ τὰς
μείζονάς σοι τιμωρίας οὐδέποτε ἐπήγαγον, ταῦτα
λέγεις· ἐγὼ σου τὸ θράσος καθαιρῶ τούτο· φεισά-
μενος γάρ σου, θαρσαλέον σε, ὡς λέγεις, πεποίηκα.
Ὀ ἀγιΟςἊκάκιος λέγει’ Ποίει διὰ τάχους ὅ θέλεις·
οἷς γὰρ νομίζεις βασάνους μοι ἐπάγειν, εἰς ὠφέλειάν
μού εἰσιν καὶ ὅσον μειζονάς μοι επιφέρεις κολάσεις,
τοσοῦτον καὶ ἐν τῷ Κυρίῳ χάριν ἄκων χαρίζῃ. Ὀ
δικαστὴς λέγει’ Ταῦτα λαλεῖς,
Ἀκάκιε, ἐπειδὴ τὸ
σῶμά σου οὐδέπω κατεξάνθη τοῖς αἰκισμοῖς.Ὀ ἅγιος
Ἀκάκιος εἶπεν· Καὶ ἤδη σοι ἔφην, καὶ πάλιν λέγω,
ποίει ὃ θελεις· ού θύω γὰρ δαίμοσι ἀκαθάρτοις, οῦτε
μὴν ποιῶ τὸ θέλημά σου, οὐδὲτοῦ πατρὸς σου, τοῦ
Σατανᾶ. Ὀ δικαστὴς εἶπεν· Θλάσατε αὐτοῦ τὰς σια-
γῶνας μολιϐδίσιν, ἵνα μὴ ἀπαυθαδίξηται τῇ ἡμετέρᾳ
ἐπ’ αύτῷ μακροθυμίᾳ. Καὶ τούτου ἐν τάχει γενομέ-
νου, ὁ άγιος Ἀκάκιος εἶπεν⁸ Ἴδε καὶ ἐν τούτῳ ὃ
ἠθέλησας, ἐποίησας, τύραννε, καὶ οὐδὲν πλέον ὠφέ-
λησας· οῦ γὰρ νικήσουσιν αἱ κακοτεχνίαι σου τὴν
εἰς Χριστόν μου⁹ ἀγάπην. Ὀ δικαστὴς εἶπεν· Θῦσον
λοιπὸν καὶ ἀπαλλάγηθι τῶν μενουσῶν σε βασάνων.
Ὀ άγιος Ἀκάκιος λέγει· Εἶπον σοι, ὦ δικαστά,
πολλάκις, ὅτι ού θύω δαίμοσί ποτε· τοσοῦτον γὰρ
τῶν μελλουσῶν βασάνων κατέπτυσα, ὅσον καὶ τῶν
ἤδη προλαϐουσὼν ούκ ἐφρόντισα, τοῦ Θεοῦ μου χορι
ηγοῦντός μοι τὴν δύναμιν,
ΙΒ’. Ὀ δικαστὴς εἶπεν* Πῶς στρατιωτης ὧν καὶ
ἀγράμματος, Ἀκάκιε, οὕτως ἑτοίμως ἀπολογῆσαι;
'0 ἅγιος Ἀκάκιος εἶπενο
Τί γάρ ; νομίζεις ἡμᾶς
ἀπολογεῖσθαι ἐξ ἰδίας σκέψεως ἠ μαθήσεως; Οὐχί·

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.