PG 115, col. 229

ἂν, φησὶ, παραδίδωσιν ὑμᾶς τοῖς ἄρχουσι διὰ τὸ
ὄνομά μου, μὴ μεριμνήσητε, πῶς ἦ τί λαλήσητε·
δοθήσεται γὰρ ύμῖν ἐν ἐκείνη τῇ ὥρᾳ τὸ τί εἶπητε ⁶
οὗ γὰρ ὑμεῖς ἐστε oi λαλοῦντες, ἀλλά τὸ Πνεῦμα
τοῦ Πατρός ὑμῶν τό λαλοῦν ἐν ύμῖν. Ἀντώνιος κο-
μενταρήσιος λέγει τῷ ἁγίῳ μάρτυρι· Τί ὠφελεῖς,
ἄθλιε, τοιαῦτα νουθετηθεὶς καὶ μή πεισθεὶς, ἐὰν
ὕστερον μετά βασάνων βαρυτέρων ποιήσῃς τὸ πρόσ-
ταγμα τῶν βασιλέων, Ὀ ἅγιος Ἀκάκιος εἶπεν’
’Υπαγεῐ νουθέτησον σεαυτὸν, ταλαίπωρεῐ Εἰ γὰρ
τοῦ ἄρχοντός σου καὶ τῶν ἀπειλῶν αὐτοῦ καὶ τῶν
ἐπενεχθεισῶν μοι ὑπ’ αὐτοῦ βασάνων ούκ ἐφρόντισα Β
χάριτι τοῦ Θεοῦ μου, σοῦ ἔχω ἀκοῦσαι ; Ὀ δικαστής
λέγει’ Ἀκάκιον τόν ἀκαθοσίωτον στρατιώτην γενό-
μενόν ποτε, ὑπὸ ἀσφαλήν φρουρὰν τήν ἕνδοτέραν εἰς
τρία κεντήματα τοῦ ξύλου βαλόντες, περίθετε σί-
δηρα βαρέα κατά τοῦ τραχήλου καὶ κατά παντὸς τοῦ
σώματος, τηρηθησόμενόν μοι τῇ ἑξῆς δικασίμῳ ο μή
ὁρᾶσθαι δὲ αὐτόν ὑπὸ τῶν συνέθνων συγχωρούμενον
καθόλου, μή ποτε μακαριζόμενος ὑπ’ αὐτῶν, εὐτονώ-
τερος ἡμῖν πρὸς τήν μέλλουσαν ἐξαίτησιν εὑρεθῆ.
ΙΓ’. Καὶ ἀπήχθη ό μακάριος ἐν τῇ φρουρᾷ χαίρων
ἐπί τε τῇ παρελθούσῃ ἐπερωτήσει καὶ ἐπὶ τῶν μελ-
λόντων ἀγαθῶν ἀπολήψει παρά τοῦ ἀψευδοῦς Θεοῦ·
καὶ ἐποιήσεν ἓν τῇ φυλακῇ τῆς Πειρίνθου ἡμέρας
ἑπτά. Ἐγένετο δὲ τόν Βιϐιανὸν γράμματα δέξασθαι
παρά Λικινίου τοῦ ἐπάρχου τοῦ προλαϐεῖν αὑτὸν
εἰς τὸ Βυζάντιον· ἐκέλευσεν δὲ καὶ τούς δεσμώτας
ἀκολουθῆσαι αύτῷ. Ὀ οὖν μακάριος μάρτυς Ἀκά-
κιος καὶ τῷ ὄγκῳ τῶν τραυμάτων τρυχόμενος καὶ
τῷ πόνῳ τοῦ σώματος στενοχωρούμενος, ἔτι δὲ καὶ
τῷ πλήθει τῶν σιδήρων βαρυνόμενος, καὶ τῇ ἐφήξει
τῶν δημίων τῶν ἓν τῇ ὀδῷ ταλαιπωρούμενος, καὶ τῷ
καμάτῳ τῆς πορείας θλιϐόμενος, καὶ τῇ ἐνδείᾳ τῶν
σιτίων ἐκλιμπανόμενος, καὶ τῷ μή συγχωρεῖσθαί
τινα τῶν γνωστῶν συνέθνων όρᾴν αὐτὸν πρὸς τὸ ζῇν
λοιπόν ἐξαπορούμενος, ἐπακολουθούντων καὶ τῶν
σύν αύτῷ δεσμωτῶν ἐν τῇ όδῴ καὶ τῶν κατεπειγόν-
των αύτούς δημίων, ηὔξατο τῷ Θεῷ, ἀξιώσας πρό·
τερον τούς δημίους, συγχωρηθῆναι αὐτῷ εῦξασθαν
καὶ σταθεὶς ἐν τόπῳ τινὶ, ηὔξατο πρὸς Κύριον καὶ
εἶπεν ⁶ Δόξα σοι, ό κατά τὸ πολύ ἔλεός σου ποιῶν
D
καὶ τὰ ἐλέη σου μετά τῶν ἀγαπώντων τὸ ὄνομά
σου · δόξα σοι, τῷ καὶ ἐμὲ τὸν ἁμαρτωλὸν καλέσαντι
εἰς τόν κλῆρον τοῦτον δόξα σοι, Ἰησοῦ, τῷ εἰδότι
τὴν ἀσθένειαν τῆς σαρκός ἡμῶν καὶ δόντι μοι ὶν
ταῖς βασάνοις τήν ὑπομονήν. Ἐπεὶ οὖν βλέπεις,
Κύριέ μου, πολλά τὰ συνέχοντά με κακά καὶ τοῦ
μέλλειν ἐκδημῆσαι τὴν ψυχήν μου ἀπὸ τοῦ σώματος,
αὐτὸς οὖν, Δέσποτα Κύριε, ἀπόστειλον ἄγγεθον πρός
με ἰαματικόν, ἰώμενον με ἀπὸ τῶν περιεχουσῶν με
ὀδυνῶν καὶ ἀναγκῶν, καὶ κέλευσον καταξιωθῆναί με
οἵῳ δήποτε τρόπῳ μόνον ἀποφάσει δικαστοῦ τελειωει
ί Matth. κ, 19.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.