PG 118, col. 332

τοῦ Θεοῦ, καὶ τὴν τελειοτέραν κρίναντος διδασκα-
λίαν. Ἦ ἐμοῦ μὲν ὁρῶντος προθύμως ὑποδεχομένους
ὑμᾶς τὸ κήρυγμα, ὑμῶν δὲ πάλιν ὁρώντων τήν
ἐμὴν περὶ αὑτὸ ἐπιμέλειαν καὶ σπουδήν. Συντελεῖ
δὶ τοῦτο εἷς μείζονα πληροφορίαν τῆς πίστεως ἑκα-
τέροις, ὅταν ὁ μὲν κηρύσσων ὁρᾷ τὰς τῶν ἀνθρώπων
ψυχᾶς παραδόξως είς ὑπακοὴν ἑλκομένας. Μᾶλλον
γὰρ ῥώννυται εἷς τὸ κηρύσσειν. Καὶ ὅταν πάλιν
ὁρῶσιν οἱ μαθηταὶ, σὺν ἐλπίδι βεϐαίᾳ τὸν κήρυκα
τὴν πίστιν παραδιδόντα, μᾶλλον ὑποδέχονται ταύτην,
καὶ οὕτω διὰ τῆς ἐν ἀλλήλοις πίστεως ἑκάτεροι παρα-
καλοῦνται.
Ού θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι πολλά-
κις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην
ἄχρι τοῦ δεῦρο, ’ίνα καρπόν τινα σχῶ καὶ ἐν
ὑμῖν, καθὼς καὶ ἐν τοῖς λο;ποῖς ἔθνεσιν, Ἕλ-
λησί τε καί βρρϐάροις, σοφοῖς τε καὶ ἀνοήτοις
ὀφειλέτης εἶμί. Οὕτω τὸ κατ’ ἐμὲ πρόθυμον καῖ
ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι· Ού γὰρ
ἐπαισχύνομαι τὸ Εὐαγγέλιον τοῖ’) Χριστοῦ δύνα-
μις γὰρ Θεοῦ ἐστιν είς σωτηρίαν παντὶ τῷ πι-
στεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
Ei οὗν εὑχῃ ἐλθεῖν, καὶ ἐπὶ ὠφελίᾳ ἔρχῃ, τί μὴ
παραγένῃ ; Ἐκωλύθην, φησίν. Οὐκ ἓτι δὲ περιεργά-
ζιτάι τὴν αῗτίαν τῆς κωλύσεως· οὐ γὰρ ἡμῶν τὸ
ἀπαιτεῖν εὐθύνας Θεὸν, ὧν κελεύει, ἀλλὰ μόνον
ὑπακούειν. ‹‹ Ἰνα τινὰ καρπόψ » Πάντως ε’ἰποι τις
ἄν’ Διά τοῦτο ἐκωλύθηςν δτι ού κατὰ Θεὸν ἐλθεῖν
ἐϐούλου Ούμενεῦν, φησί. Καρπὸν γαρ σχεῖν καὶ ἐν
ὑμῖν ἤθελου, καρπὸν λέγων, τὸ εἷς πίστιν αὐτοὺς
ἐναγαγεῖν. Ἤ οὓτωςο Τὸ, ι( Ἵνα τινὰ καρπὸν σχῶ, ››
καθ’ ὑπερϐατὸν εἶ’ρηται. Τὸ γὰρ ἀκόλουθον εἴη
ἃν· ι Πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα καρ-
πόν τινα σχῶ καὶ ἐν ὑμῖν, ἀλλ’ ἐκωλύθην ἄχρι τοῦ
δεῦρο, » Ἀλλ’ εἴποι τις, ὅτι Εἰ ἡ πίστις αὐτῶν ἐν
ὅλῳ τῷ κόσμῳ κατηγγέλλετο, τίνα καρπὸν αὑτὸς
ἤθελε παραγενόμενος παρασχεῖν; Ἀλλὰ πολὺ μὲν
οὗν, ἐροῦμεν. Et γὰρ καὶ ἐπεπιστεύκεισαν, παμπόλο
λων ὅμως ἐδέοντο. Καῖ τοῦτο δηλοῦται, καὶ δι’ ὅλης
τῆς ἐπιστολῆς, καὶ πρὸ ὀλίγου λέγοντος’ Εἷς τὸ στη-
ριχθῆναι ὑμᾶς, καὶ ἡνίκα μή κρίνειν ἀλλήλους
παραινεῖ, καὶ ἀλλα μυρία· ’ίνα τινὰ καρπὸν σχῶ,
φησὶ, τοῦτο μὲν δεικνὺς, ὃτι ὁ ἐκείνων καρπὸς o't-
κεῖος ἐλογίζετο καρπὸς τῷ Παύλῳ. Οὕτως γᾶρ ἓχαι-
ρεν ἐντοῖς τοῦ πλησίον κατορθώμασιν, ὥστε αὐτὸς
ἔχειν ἠγεῖτο τὸν καρπόν. Τοῦτο δὲ, ὅτι ἕνεκεν τῆς
αὐτῶν ὠφελίας τήν πρὸς αὐτοὺς ἔσπευδε στείλα-
σθαι πορείαν. Ἀλλως τε καὶ Παύλου καρπὸς ἦν ἀλη-
θῶς ὁ ἐκείνων καρπός. Ἐπεὶ γὰρ ἔργον ἦν αύτῷ καὶ
σπουδὴ τὸ καρποφορεῖν τὰ ἔθνη, καλῶς ἐν τῇ ἐκεί-
νων καρποιρορίᾳ ἡ τοῦ Παύλου ἐδείκνυτο καρποφορίσυ
Ἀλλ’ οὕτως μὲν ταῦταλ Ἔστι δὲ καὶ μή καθ’ ὑπερ-
ϐατὸν τὸ χωρίον ἐπιλαϐομένους, ἀλλ’ ὡς ἔχει τάξεως

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.