PG 120, col. 1213

ποιήσω, ’ίνα ἔχω ζωὴν αἰώνιον ; ιι Τὸν νεανίσκον τού-
τον, τὸν προσελθόντα τῷ Χριστῷ, τινὲς ὡς ὕπουλον
καὶ πονηρὸν καὶ πειράζοντα τὸν Χριστὸν διαϐάλ-
λουσι, Τὸ δέ ἀληθὲς οὐχ οὕτως ἔχει, ἀλλά φιλάργυ-
ρον μὲλ καὶ χρημάτων δοῦλον καλῶς ἅν τις εἴποι,
ὕπουλον δὲ καὶ πονηρὸν καὶ πειράζοντα οὐδαμῶς.
Καὶ *γὰρ 6 Χριστὸς φιλάργυρον εἶναι τοῦτον ἤλεγ-
ξεν. Ὀ δὲ εὖαγγελιστῆς Λουκᾶς ἄρχοντα λέγει τού-
τον εἶναι τῶν Ἰουδαίων ο καὶ 6 εὐαγγελιστὴς Μάρκος
λέγει, ὅτι ἐμϐλέψας αὖτῷ 6 Ἰησοῦς, ἠγάπησεν
αὐτόν. Φαίνεται τοίνυν ἀπὸ τούτου, ὅτι τὲίλλα μὲν
καλὸς ἦν 6 νεανίσκος, καὶ ζωῆς ἐπεθύμει αἰωνίου,
ἡ δὲ (38) ἄκανθα τῆς φιλαργυρίας αὒτοῦ τὴν λιπαἐ
ρὰν ἄρουραν τῆς ψυχῆς αὒτοῦ ἐλυμήνατο. α εΟ δὲ
εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθὸν, οὐδεὶς ἀγαθὸς,
εί μὴ εἷς 6 Θεός. ο Φύσει μὲν ἀγαθὸς μόνος 6 Θεός*
γνώμῃ δὲ ἀθκθδς μόνος ὁ θεομίμητος γίνεται ’ οὒ-
δεὶς δὲ οὔτε ὑλικὸς, οὔτε ἄυλος ἀγαθός ἐστι κυρίως,
εἰ μὴ μόνος 6 Θεός. Διότι τῷ μὲν κατὰ φύσιν ἡ
ἀγαθότης, καὶ διὰ τοῦτο ἀτρεπτοτάτη · τοῖς δὲ ἄλλοις
πᾶσιν ὁρατοῖς καὶ ἀοράτοις κατὰ προαίρεσιν, διὰ
τοῦτο τρεπτή. Καὶ ἐπεὶ τοίνυν οὗτος 6 νεανίσκος
ἄνθρωπον ἁπλῶς τὸν Χριστὸν ὑπελάμϐανεν εἶναι,
καὶ ἀγαθὸν αὐτὸν ἐκάλεσεν, οὐχ ὡς Θεὸν, ἀλλ’ ὡς
ἄνθρωπον, καὶ ὡς ἕνα τῶν παρ’ Ἑϐραίοις διδασκά-
λῶν, λοιπὸν καὶ 6 Χριστὸς πρὸς τὴν τοιαύτην αὐτοῦ
ὑπόληψιν, ὡς ἅνθρωπος αὐτῷ διαλέγεται, Διατί με
λέγεις ἀγαθὸν, ἄνθρωπον ὄντα κατά τὴν σὴν ὑπό-
ληψιν ; ὡς μὲν γὰρ ἅνθρωπος, οὒκ εἰμὶ ἀγαθός ⁸ ὡς
δέ Θεὸς, ἄπειρον ἔχω τὸ τῆς ἀγαθότητος πέλαγος ⁸
μόνος γὰρ κυρίως ἀγαθὸς 6 Θεός. Τοῦτο δὲ εἰπὼν
6 Χριστὸς, ού τοὺς ἀνθρώπους ἀπεστέρησε τῆς ἀγα-
ρότητος, ἀλλά περὶ τῆς κυρίως ἀγαθότητος ἐδίδαξεν,
τ, - . . .
Αμα δὲκαὶ τὴν κολακείαν ἀπώσατο καὶ ἐπαίδευσεν
ἡμᾶς, μὴ συγκατατίθεσθαι τοῖς ἐπαίνοις, ιιι Εἰ δὲ
θέλεις εἰσελθεῖν εἷς τὴν ζωὴν, τήρησον τὰς ἐντολάς· ιι
λέγει αύτῷ, α Ποίας ; α Οὐχ ὡς πειράζων 6 νεανίσκος
εἶπε, ποίας, ἀλλ’ ἐνόμισε παρὰ τάς νομικὰς ἐντο-
λὰς, ἐτέρας εἶναι ἐντολὰς τὰς εἶσαγούσας εἰς τὴν
ζωὴν τὴν αἰώνιον, α Ὀ δὲ Ἰησοῦς εἶπε τὸ, 06 φο-
νεύσεις, οὔ μοιχεύσεις, οὗ κλέψεις, ου ψευδομαρ.υ-
ρήσεις. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ’
καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Λέγει
αὒτῷ 6 νεανίσκος ⁹ Πάντα ταῦτα ἐφυλαξάμην ἐκ
νεότητός μου. ιι Τὰς κεφαλαιωδεστὲρας τῶν νομικῶν
ἐντολῶν προτείνει τῷ νεανίσκῳ οἰκονομικῶς 6 Χρι-
στὸς, ἅμα μὲν τιμῶν αὐτὰς, ἵνα μὴ δόξῃ ἐναντίος
τῷ νόμῳ ’ ἅμα δὲ καὶ, ἵνα (39) δείξῃ, ὅτι 6 ἐν τῷ
νόμῳ νομίζων εἶναι τέλειος, εἰς τὴν ἀρχὴν τοῦ e617-
γελικοῦ νόμου ἀτελής ἐστιν. Ἐγίνωσκε γὰρ, ὡς
προγνώστης Θεὸς, ὅτι οὕτως ἀποκριθήσεται, ὅτι
. (βῖ) α ςιςῷ καιρῷ ἐκείνῳ. ξ Matth. xix,“16 seqq..Sic
incipiunthanc pericapam Lectionaria. Nam in editis
non legitur γο θυτιετῶν.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.