PG 120, col. 834

των τά ἅϋλα καὶ τὰ ὑπὲρ φύσιν ἀποδεικνύομεν.
Ἀκουέτω τοίνυν τούτου τοῦ παραδείγματος, καὶ
νοείτω τὴν ἐν αὖτῷ ἐγκεκρυμμένην τοῦ λόγου δύ-
Κάτοπτρόν τις ἐσχηκὼς προσούδισε,
ναμιν. Θετέον ⁶
καὶ εἷς πολλὰ κλάσματα καςέκλκσεν . ἐν ἑκάστῳ δ’
ὅμως κλάοματι τὴν σκιὰν σώαν τις ὄψεται ⁸ οὕτω
νοήσαι ἅν τις καὶ ὲκ ταύτης τῆς σκιᾶς, τὴν τοῦ
Χριστοῦ σάρκα εἶναι σώαν καὶ ὁλόκληρον ὲν ἑκάστῳ
κλάσματι, καθ’ ὥραν καὶ ὁσάκις καὶ πανταχοῦ
κλωμένῳ, Καὶ αὖθις λάϐε καὶ ἕτερον παράδειγμα ⁸
Πᾶν ὃ τι ἅνθρωπος ῥημα προφέρων λέγει, καὶ· 6
λέγων νοεῖ αὐτὸ καὶ ἀκούει, καὶ οἱ παρ’ αῦτῷ
ἀκούουσιν, εἶ καὶ πολλοί εἰσιν οἱ ἀκούοντες, οὐ
διῃρημένον, ἀλλ’ ὁλόκληρον. Τὸν αὒτὸν τρόπον
θετέον καὶ ἐπὶ τοῦ σώματος τοῦ Χριστοῦ ⁸ τὸ τοῦ
Χριστοῦ πανάγιον σῶμα, καθεζόμενον παρὰ τῷ
Πατρδ, μένει ἐν αῦτῷ. Ἀλλὰ δὴ καὶ ὁ ἱερουργού.
μενος ἄρτος εἰς τὸ ἀληθὲς τοῦ Χριστοῦ σῶμα μετα-
ϐαλλόμενος, δυνάμει θείᾳ δι’ ἐπιφοιτήσεως τοῦ
παναγίου Πνεύματος, καίπερ μερίζεται, ἀλλ’ ὁλό-
κληρον καὶ σῶον ἐν ἑκάστῳ κλάσματι σώζεται, ὡς
καὶ ὁ λόγος, τοῦ λέγοντος πρὸς πάντας τοὺς
ἀκούοντας, ὁλόκληρος καὶ οὗ διῃρημένος ἀκούεται,
Οὕτω διὰ τῶν ὁρατῶν καὶ αἰσθητῶν παραδειγμάτων
τοὺς ἀπειθεῖς καὶ περιέργους τὸ κατανοῆσαι τὰ τοῦ
Θεοῦ μυστήρια, ὑπὲρ φύσιν καὶ ρλόγον, καὶ ἔννοιαν
καὶ ὑπὲρ ἡμᾶς ὄντα, ἀνάγομεν. Ὀταν τοίνυν 6 ἁγια-
σθεὶς ἄρτος εἷς μέρη τέμνηται, ὃς πανάγιον τοῦ
Χριστοῦ ἐστι σῶμα, μὴ νομίσῃς ὅτι μερίζεται, ἢ
ἀποσπᾶται, ἢ διαιρεῖται τὸ ἄχραντον ἐκεῖνο σῶμα ’
ἀθάνατον γὰρ καὶ ἄφθαρτον καὶ ἀδαπάνητον · ἀλλ’ ὅτι
μερισμάς ἐστιν ἐκεῖνος τῶν αἰσθητῶν συμϐεϐηκότων
μόνον μετά τὸν ἁγιασμὸν, πρὸς ῥώμην πίστεως καὶ πα-
ράστασιν ὁρατοῦ σημείου τῶν μενόντων, καὶ ἀρραϐῶνα
καὶ ἐφόδιον ζωῆς τοῦ αἰωνίου,
AX. νΟντως θαυμαστὲ καὶ παράδοξα καὶ ὑπέρ
φύσιν καὶ νοῦν καὶ ἔννοιαν ἀνθρωπίνην τὰ τῆς
πίστεως τῶν Χριστιανῶν ἀπόῤῥητα μυστήρια, Πά-
τερ ἀὸἷᾶ, Εὐχασιστῶ δέ σοι ὅτι καὶ ἡμῖν ἀπέδειξας
ἄγαν ὁμαλώτατον, καὶ λεῖον ἀληθὲς δόγμα, τὸν Χριστὸν
παντοδύναμον, καὶ φιλάνθρωπον, καὶ ἀληθῆ Θεὸν ὁπο-
δεικνύον, ἐξ οὗ ἀπελήλαται τὸ ψεῦδος, ἐξελήλαται δὲ
καὶ πᾶσα φαντασία, Ἀλλ’ ἴωμεν · ἁγίως γὰρ ταῦτα
πεφιλοσόφηται. Μυωπίζομεν δ’ ἔτι μᾶλλον, ἐπεὶ, ὡς
ὁρῶ, κέκλικεν ἠ ἡμέρα.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.