PG 123, col. 488

ENARBATIO IN EVANGELIUM MARCI.
ΒΙΟΣ ΤΟΥ ΜΑΡΚΟΥ
Κατὰ Σωφρόνιον.
Μάρκος, μαθητὴς καί⁸ ἑρμηνευτὴς Πέτρου, καθὼς
τοῦ Πέτρου ἐξηγουμένου ἀκήκοε, παρακληθεὶς tv τῇ
Ῥώμῃ παρὰ τῶν ἀδελφῶν, βραχὺ συνέταξεν Εὐαγ-
γέλιον. ᾧπερ ἐντυχὼν Πέτρος ἐδοκίμασε, καὶ τῇ
Ἐκκλησία, ἀναγνωσθησόμενυν αὑθεντίσας ἐξέδωκε,
καθὰ συνεγράψατο Κλήμης ἐν τῷ ἕκτῳ τῶν Ὑπο-
τνπὼ σεων λόγῳ, καὶ Παπίας Ἱεραπολίτης ἐπίσκοπος
μέμνηται τούτου τοῦ Μάρκου. Καὶ Πέτρος ἐν τῇ
πρώτῃ Ἐπιστολῇ, ἐπ’ ὀνόματι Βαϐυλῶνος, είκονι-
κῶς Ῥώμην σημαίνων, Ἀσπάζεται ὑμᾶς, φησὶν, ἡ
ὲν Παὸυλῶνι συνεκλεκτὴ, καί Μάρκος ό ἐμὸς υἱός.
Παραλαϐὼν τοιγαροῦν τὸ Εὑαγγέλιον, ὅπερ αὐτὸς
, c συνέταξε, καταλαμϐάνει τὴν Αἴγυπτον, καὶ πρῶτος
ὲν Ἀλεξανδρείᾳ Ἰησοῦν Χριστὸν κηρύττων, κατ-
εστήσατο Ἐκκλησίαν. Τοσαύτη παιδεύσει καὶ βίου
καρτερίᾳ διέπρεψεν, ὥστε πάντας τοὺς ἀκολουθοῦν-
τας τῷ Χριστῷἓπεσθαι τῇ τούτου διαγωγῇ · ὅθεν
καὶ Φίλων, ὁ τῶν Ἰουδαίων ἐλλογιμώτατος, ὁρῶν tv
Ἀλεξανδρεία. πρώτην Ἐκκλησίαν ἔτι Ἰουδατξουσαν,
ὡσανεὶ εἰς ἔπαινον τοῦ οίκείου ἐθνουςζ, βίΰλον περὶ
τῆς τούτων διαγωγῆς συνεγράψατο. Καὶ ὥσπερ Λου-
κᾶς διηγεῖται τοὺς tv Ἰεροσολύμοις πιστεύσαντας
πάντα ἐσχηκέναι κοινὰ, οὕτω κάκεῖνος ὅπερ ιν
’Δλε ξανδρείᾳ ἐπὶ Μάρκου τοῦ διδασκάλου ἑώρα γινό
μενον, τῇιμνήμῃ παρέδωκε. Τελευτήσας δὲ τῷ ὁγ-
δόῳ τοῦ Νέρωνος ἔτει, ἁπετέθη ὲν Ἀλεξανδρείᾳ, δια-
δεξαμένου αὑτὸν Ἀινανίου.⁴
ἰιιιηι S. Hieronymi textum in libro De viri: illustri-
ενδ, quem Greece vert_i_t_Sophron_ius. Viue-pmvtam
Dissertationcm capite IX, n'utn. 36.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.