PG 125, col. 340

"Huc ἔχει μισθαποδοσίαν μεγάλην. Ὑμεῖς γὰρ
μάρτυρες, οἳ ἐπέγνωτε κρείττονα ἔχειν ὓπαρξιν ἐν
οὐ ρανοῖς.
’Υπομονῆς γὰρ ἔχετε χρείαν. ’Δλλου τινὲς οὗ
δεῖ ὑμῖν, ἀλλ’ ὑπομονῆς μόνης· πάντα τᾶλλα ἔχετε,
οὐδὲν δεῖ προσθεῖναι.
Ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίση-
σθε τὴν ἐπαγγελίαν. Θέλημσ. Θεοῦ, τὸ ἄχρι τέλους
ὑπομεῖναι. '0 ὑπομείνας γὰρ, φησὶν, εἰς τέλος,
οὗτος σωθήσεται, Παραινεῖ δὲ ταῦτα τούτοις 6
’Δπόστολος, ὥσπερ ἂν εἴτις ὀρῶν ἀθλητὴν πάντας
μὲν καταγωνισάμενον τοὺς ἀνταγωνιστὰς, εἶτα μὴ
μένοντα τοὺς στεφανώσαντας βραδύνοντας, ἀλλὰ
βουλόμενον ἀποδράναι διὰ τὺ μηκέτι φέρειν τὸ δίψος
καὶ τὸν φλογμὸν, λέγει πρὸς αὐτόν· Πάντα κατώρ-
οωσας, μικρὸν ἀνάμεινον καὶ κομίσῃ τοὺς στεφά-
νους. ’Δνταγώνισαι καὶ πρὸς τὴν ἀναϐολὴν τῶν στεο
φάνων, νίκησον καὶ ταύτην τῇ ὑπομονῇ.
Ἔτι γὰρ μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἡξει,
καὶ οὐ χρονιεῖ. Παράγει τὸν προφήτην Ἀϐακοὺμ
λέγοντα, ὅτι ἐγγὺς ὁ κριτὴς 6 μέλλων ἀποδοῦναι. Ei
δὲ καὶ ό Ἀὃακοὺμ τότε ἑλεγε,μικρὸν ὅσον ὅσον ὁ
ἐρχόμενος ἣξει, δῆλον ὅτι νῦν ὲγγύτερός ἐστι. Τδ
δὲ ὅσον ὅσον. τὸ πάνυ μικρὸν δηλοῖ.
'0 δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ ἐὰν
ὺποστεΙληται, οὐκ εὐδοκεῖ ὴ ψυχή μου ἐν αὐτῷ.
Δεῖ οὖν πιστεύειν. εἴγε μέλλοιμεν δίκαιοι εἶναι. Ἐὰν
δὲ ὑποστείληται 6 δίκαιος, τουτέστιν, ἁμφιὸολίαν
τινὰ πάθῃ καὶ δεσταγμόν · ἢ τὸ, ὑποστείληται, ἀντὶ
τοῦ, ὑποταπεινωθῇ τοῖς πειρασμοῖς, οὐκ εὐδοκεῖ,
τουτέστιν, οὐκ εὐαρεστεῖ ἡ ψυχή μου ἐν αλῖτῷ. Τίνος
δὲ ψυχή; τοῦ Θεοῦ, κατὰ τὸ ἰδίωμα τῆς Γραφῆς ⁸
ὡς τὸ, Τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Ἣ τοῦ
Χριστοῦ.
Ἡμεῖς ’⁵³ δὲ οὐκ ἐσμὲν ⁸⁸ ὑποστολῆς είς ἀπώ-
λειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.
Ἐπειδὴ ὲφὸὄησεν ἐν τῷ εἰπεῖν· ’Ὁτι οὐκ εὐδοκεῖ
ἡ ψυχή μου ⁸ φησιν ὅτι ἡμεῖς οὐκ ἐσμὲν τῶν ἀπο).-
λυμένων διὰ τὸ ὑποστέλλεσθαι καὶ ἁπορῤᾳουμέῖν ἡ
διστάζειν. ἀλλὰ τῶν ὲν τῇ πίστει βεϐαίων, ὥστε
περιποιῆσαι τὰς ἑαυτῶν ψυχὰς, τουτέστι κτήσα-
σθαι, φυλάξαι, καὶ σῶσαι. Περιποίησις γὰρ ἡ
πρόσκτησις, ὀ προσπορισμός.
Κ ΕΦΑΛ. lA'.
Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις. Arn--
πὸν ὑπογράφεται ἡμῖν τὴν πίστιν, καί φησιν ὃτι
οὑσέωσίς ἐστι τῶν μήπω ὄντων καὶ ὑπόστασις τῶν
μὴ ὑφεστώτων · οἷον ή ἀνάστασις οὔπω ὑφέστηκεν,
ἀλλ’ ἡ πίστις ὗςριστᾷ αὐτὴν, καὶ πρὸ ὀφθαλμῶν
ἡμῖν τίθησι.
Varia) lectiones.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.