PG 14, col. 180

καταϐαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν
ἐπ’ αὐτόν. Κάγὼ οὑκ ᾔδειν αὐτόν· ἀλλ“ό πέμψας
με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ’ ὃν
ἂν ἴδῃς τὸ Ηνεῦμα καταϐαῖνον, καὶ μένον ἐπ’ αὑτὸν,
οῦτός ἐστιν 6 βαπτίζων ὲν Πνεύματι ἁγίῳ. Κάγὼ
ἑώρακα, καὶ μεμαρτύρηκα, ὅτι οῦτός ἐστιν 6 Υἱὸς
τοῦ Quoi. ι Ἕκτον δὲ μαρτυρεῖ τῷ Χριστῷ ἐπὶ δύο
μαθητῶν 6 Ἰωάννης, ὅτε, ι ἐμϐλέψας τῷ Ἰησοῦ
περιπατοῦντι, λέγει· Ἴδε 6 Ἀμνὸς τοῦ Θεοῦ. ι Μεθ’
ῆν μαρτυρίαν ἀκουσάντων τῶν δύο μαθητῶν τοῦ
Ἰωάννου, καὶ ἀκολουθησάντων τῷ Ἰησοῦ, ι στραφεὶς
6 Ἰησοῦς , καὶ θεασάμενος τοὺς δύο ἀκολουθοῦντας ,
ἀποκρίνεται λέγων· Τί ζητεῖτε;› Kal τάχα οὐ
μάτην μετὰ ἒξ μαρτυρίας παύεται μὲν 6 Ἰωάννης
μαρτυρῶν· Ἰησοῦς δὲ κατά τὸ ἕϐδομον προτείνει
τό· ε Τί ζητεῖτε; ι Πρέπουσα δὲ ὠφελημένοις ὑπὸ
τῆς Ἰωάννου μαρτυρίας ὴ φωνὴ ἀναγορεῦουσα τὸν
Χριστὸν διδάσκαλον, καὶ ὁμολογοῦσα τὸ οίκητήριον
ποθεῖν θεάσασθαι τοῦ Υίοῦ τοῦ Θεοῦο φασὶ γάρ
αὐτῷ’ ι Ῥαϐϐὶ, ὃ λέγεται μεθερμηνευόμενον, δι-
δάσκαλε, ποῦ μένεις; ι Kal ἐπεὶ ι lli; 6 ζητῶν
εὑρῖσκει, ι ζητήσασι τὴν Ἰησοῦ μονὴν τοῖς Ἰωάννου
μαθηταῖς ὑποδείκνυσι λέγων αὐτοῖς · ε Ἔρχεσθε, κα)⁸
ὄψεσθεοι τάχα διὰ τοῦ μὲν, «ἔρχεσθε, ι ἐπὶ τδ
πρακτικὸν αὐτοὺς παρακαλῶψ διὰ δὲ τοῦ, ι ϐψεσθε,›
τὴν ἀκολουθοῦσαν τῇ κατορθώσει τῶν πράξεων θεω-
ρίαν πάντως ἔσεσθαι τοῖς βουλομένοις ὑπογράφων.
γινομένην ὲν τῇ τοῦ Ἰησοῦ μονῇ. Προῦκειτο δὲ τοῖς
ζητήσασι ποῦ μένει ὁ Ἰησοῦς, ἀκολουθήσασι τῷ διο
δασκάλῳ, καὶ θεασαμένοις, παραμεῖναι τῷ Ἰησοῦ,
καὶ τὴν ἡμέραν ἐκείνην συνδιατρῖψαι τῷ Υἱῷ τοῦ
Θεοῦ. Ἐπεὶ δὲ 6 δέκατος ἀριθμὸς τετήρηται ὼς
ἅγιος (26), οὐκ ὀλίγων μυστηρίων ὲν τῇ δεκάδι
ἀναγραφομένων, γεγονέναι νοητέον οὺ μάτην καὶ ἐν
τῷ Εὑαγγελίῳ τὴν δεκάτην ἀναγράφεσθαι ῶραν τῆς
τῶν Ἰωάννου μαθητῶν παρὰ τῷ Ἰησοῦ καταγωγῆς,
ὧν Ἀνδρέας 6 ἀδελφὸς Σίμωνος Πέτρου ἦν, ὅστις,
ὠφεληθεὶς ὲν τῷ παραμεμενηκέναι τῷ Ἰησοῦ, εὑρὼν
τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, (τάχα γάρ πρότερον
οὐχ εὓρητοο) φησὶν εὑρηκέναι τὸν Μεσσίαν, ι ὅ
ἐστι μεθερμηνευόμενον Χριστός. ι Ἐπεὶ γὰρ, ι 6
ζητῶν εὑρίσκει, ι ἐζήτησε δὲ ποῦ μένει 6 Ἰησοῦς,
καὶ ἀκολουθήσας, θεωρήσας αὑτοῦ τὴν μονὴν, παρα-
μένει τῷ Κυρίῳ ι ὲν τῇ δεκάτη ῶρᾳ,ι καὶ εὑρίσκει
τὸν Υίὸν τοῦ Θεοῦ, τὸν Λόγον, καὶ τὴν σοφίαν, βα-
σιλεύεται δὲ ὑπ’ αὑτοῦ ο διά τοῦτό φησιν’ ι Εὑρήκα-
μεν τδν Μεσσίαν. ι Αῦτη δὲ ἡ φωνὴ ὑπὸ παντὸς ἂν
λέγοιτο τοῦτον τοῦ Θεοῦ Λόγον εὐρηκότος, καὶ ὑπὸ
τῆς θειότητος αὑτοῦ βασιλευομένου. Καρπὸν καὶ
. δ’ ibid, 58. ⁸³ Matth. vn, 8. “ Jonn. I, 39.
“ Joan. I, 39. ⁸⁸ ibid. I, M. ⁸³ ibid. 42.
ιεῖον esse dicit. Et in alia Regia: Dildiothecae Ca-
tena in PEOpIietas,':ad Ezech. nivali): 063: ὲχρῇν
γὰ τὸν οὕτως ἀκάθαρτον βρωθησόμενον ἄρτον ἐν
ἀγῗω παραλαμϐάνεσθαι ἀριθμῶ. ὁποῖος δὴ 6 τῆς
ἁγίῳ παραλαμϐάνεσθαι ἀριθμῷ( ὁποῖος δὴίό si};
δεκάδος, καῖ ἑϐδομάδος, καλ⁵ τριακάδος, καὶ ὀγδοάδος,
καί τινες τῶν· ὁμοίω ἀριθμῶν.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.