PG 151, col. 692

μένος τῆς ἁγίας τοῦ Χριστόῦ καθολικῆς.καὶ ἀποστο-
λικῆςἜκκλησίας. καὶ τοῦ ὀρθοδόξου τῶν Χριστιανῶν
συστήματος.
νδ’. Μετ’ ἐμϐριθείας μέντοι καὶ⁵ πνευματικῆς αὐ-
στηρίας καὶ ἐπὶ τιμήσεως λέγομεν, μηκέτι δογματί..
ζειν ὅλως τινὰ τῶν ἁπάντων, κινοῦντα περὶ τούτων
τε καὶ ἄλλων δογματικῶν λόγων, οὔτε ἐγγράφως
δηλαδὴ, οὗτε ἀγράφως, ὡς οὺ μικρὸν ἐντεῦθεν εἰς
τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ἀνακυπτόντων σκανδάλων,
καὶ συγχύσεως καὶ¹ ταραχῆς καὶ⁵ σάλου καὶ τρικυ-
μίας ἐπιγινομένης ταῖς ψυχαῖς τῶν ἀκουόντων, καὶ
τῶν ἀκεραιοτέρυιιν μάλιστα. Δι’ ἃ. δὴ πάντως καὶ οί
ἀνωτέρω ἐκτεθειμένοι θεῖοι κανόνες τοῖς θεοφόροις
καὶ ἁγίοις Πατρὰσιν ὲξετέθησαν. Χάριν γὰρ τοῦ
μηκέτι μηδένα ταῖς ὁμοίαις πλάναις περιπεσεῖν
ποιούμενοι πρόνοιαν, καὶ τὸ παρὸν είς ἀσφάλειαν
ἐκθέμενοι γράμμα, ταῖς οἰκείαις ὑπογραφαῖς ὑπεση-
μηνάμεθα, κατὰ μῆνα Αῦγουστον τῆς ὲννάτης ua;-
κτιῶνος. Ετχε δὲ καὶ ὑτ-’νεγραμμένον διὰ τῆς πα-
τριαρχικῆς καὶ θείας χειρὸς τὸ, Ἰωάννης ἐλέῳ Θεοῦ
ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ
οἷκουμενικὸς πατριάρχης. ι
γε’. Εἶχε καὶ δπισθεν τοῦ Κυζίκου), προσγεγραφό-
τος καὶ ταῦτα ° Οὐ συνεκλήθην τὴν ἀρχὴν, είς τὸ ἁ-
κοῦσαι τὴν ὑπόθεσιν πρὸ τῆς συνόδου, ἀλλὰ καὶ ὲν
γράμματα είς τὸ ἀναγνωσθῆναι, οὑκ ἀνεγνώσθη.
Μετὰ δὲ τὴν κρίσιν πάλιν οὐκ ἐκλήθην είς τὴν συν-
διάσκεψιν τοῦ γραφέντος τόμον· διὰ τοῦτο ἠθέλησα
ὑπογράψαι εἰς τὸν τόμον ἐν τῷ τόπῳ μου. Ἐπεὶ δὲ
καὶ συνέϐη ἐνεγκεῖν μοι τινας μέρη τινὰ ἀπὸ τῶν
συγγραμμάτων τοῦ τιμιωτάτου ίερομονείιχου κταρ
Γρηγορίου τοῦ Παλαμᾶ, ἆτινα ἦσαν παρακεχαραγ-
μένα, ὡς ὕστερον ἰδὼν καὶ ἀναγνοὺς τὰ ἐκείνου
συγγράμματα, ἔμαθον τῆν ἀλήθειαν, καὶ ἔμαθον ὅτι
ἐν πᾶσι σύμφωνά εἱσι τοῖς ἁγίοις ἀκριϐῶς κατὰ
πάντα · ἁλλὰ καὶ τοὺς λόγους αὑτοῦ ἀκούσας, καί
αὑτοὺς συμφώνους εὗρον τοῖς ἁγίοις κατὰ πάντα·
διὰ τοῦτο ἰδία, είς μαρτυρίαν καὶ ἀσφάλειαν τῆς
ἀληθείας τῶν λεγομένων ,καὶ γεγραμμένων ὑπό τε
τοῦ τιμιωτάτου ίερομονὰχου κὺρ Γρηγορίου τοῦ Πα-
λαμᾶ καὶ τῶν λοιπῶν μοναχῶν, ὑπέγραψα καὶ διὰ
τῆς ἐμαυτοῦ χειρὸς τὸ, '0 ταπεινὸς μητροπολίτης
Κυζίκου, ὑπέρτιμος καὶ ἔξαρχος πάσης Ἑλλησπόν-
του ἔἌθανεὶσιος. Εἶχε δὲ καὶ ὲτέρων ἀρχιερέων ὑπο-
γραφάς, τῶι εὑρεθέντων, τοῦ Σάρδεων, τοῦ Δυρρα-
χίου, τοῦ Λακεδαιμονίας, τοῦ Μαδύτων, τοῦ Μεθύ-
μνης, τοῦ Βιδὺνης. Ἐξ οῦ ίσου ἀντεγράςση ὁ παρὼν
τόμος πρὸς ἀσφάλειαν τοῦ μὴ ὑποπτεύεσθαι ὠς οὑκ
ἀληθὴς, καὶ ῐσος κατὰ πάντα τῷ πρωτοτύπῳ εὑρε-
θείς. Προσεγέγραπτο καὶ ταῦτα ° Ἀντεῦλήθη τὸ πα-
ρὸν ἴσον τοῦ συνοδικοῦ τόμου, καὶ εὑρεθὲν κατὰ
πάντα ἐξισάζον τῷ πρωτοτύπῳ αὑτοῦ, ὑπεγράφη
παρ’ ἐμοῦ δι’ ἀσφάλειαν.
'0 ταπεινὸς μητροπολίτης Κυζίκου ’ΔΜ-λάσιος.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.