PG 159, col. 1116

τούτων άντιποιονμένη, ἁποστολικοῖς τε καὶ ἐρυθροίς
γράμμασιν. Ἡμῖν δὲ συνηγορῆσαι τῇ Ἐκκλησία
πολεμουμένῃ παρ’ αὐτῶν, οὔτε είκός ἐστιν οὗτε μὴν
ἐφικτὸν, τὸν ἰσχυρὸν συνήγορον μετ’ αὐτῆς ἐχούσῃ
Ἰησοῦν τὸν Χριστὸν, καὶ τὴν αὑτοῦ ἀψευδῆ ἐπαγ-
γελίαν βεϐαίως κατεχούσῃ, τὴν, πύλας ᾇδου οὖ κα-
τισχύσειν αὐτῆς, καὶ τὸ μετ’ αὐτῆς εἶναι ἄχρι καὶ
τῆς τοῦ κόσμου τούτου συμπερατώσεως· καί δτι
Β Τούτοις οῦν ἀναγκαζόμενοι γράφομεν ταῦτα, ἵνα
δείξωμεν ἡμᾶς μὲν άθώους καὶ ἀνεγκλήτους τῆς
αὐτῶν μέμψεως καὶ διαϐολῆς ο καὶ ὀρθοδόεους τῇ
τοῦ Θεοῦ χάριτι· αὐτοὺς δὲ μᾶλλον ἐνόχους ῖσϊυ·
ροτέρας ποινῆς τε καί¹ καταδίκης, ἢ ἦν ἐκείνοι τολ-
μηρῶς τε καὶ αὐθαδῶς ἅμα ἡμῶν γε καταψηφίζοι-
ται. Καὶ πρῶτον μὲν ζητήσομεν τὴν παρὰ τοῦ Θεοῦ
θείαν χάριν, ὼς μὴ δυνάμενοί τι εἰπεῖν εί μὴ πρῶ-
τον ἐκεῖνος ἀνοίξῃ τὸ στόμοῖ ἡμῶν ’ αὐτὸς γάρ ἐστιν
δ εἰπὼν, ὃτι ι Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν ούδέιηι
Ἔπειταδὲ καὶ ὅσον ,ἐγχωρεῖ ὴ σμικρότης τῆς δια·
νοίας ἡμῶν, είς μέσον προθέμενοι, ὲν οἷς ἐγκαλοῦ-
σιν ἡμῖν ἀποκρινούμεθα, οὐκ ἀπο συλλογισμῶν
ποιούμενοι τὴν ἀπόκρισιν ⁶ ἐν οἷς ἂν δικαίως ἐροῦσιν
η ὡς ἡ πίστις ἡμῶν ἀπυλλόγιστὸς ἐστιν · οὐδὲ γὰρ οὐδὲ
Ο ἡμεῖς πρὸςττοιῦτο ίσχύομεν, ἀλλὰ διὰ μαρτυριιῦν τῶν
τῆς Ἐκκλησίας διδασκάλων ἁγίων. Ἵνα οὖν ιὰ
πολλὰ παραλείψωμεν, ἀπὸ τοῦ πρώτου ἄρξομαι
θεολόγον, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πρὸς
τὸ πρῶτον τῶν παρ’ αὐτῶν ἐγκαλουμένων ἡμῖν·
ὅτι τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἔχει τὴν ὓπαρξιν καὶ
ἀπὸ τοῦ Υίοῦ, ἀλλ’ ἀπὸ τοῦ Πατρός μόνον. ,Οὕτω
μὲν οὗτοι λέγουσι· καὶ, ὣς φασιν, ὀρθότατα δογμα-
τίζουσι, καὶ ἀληθῶς δοξάζουσιν⁹ ἐπεὶ δὲ ἡμεῖς κθ
ὲκ τοῦ Υἰοῦ λέγομεν ἐκπορεύεσθαι, ἐναντίοι, φασὶν
τοῖς ἁγίοις ἐσμὲν, καὶ αὐτοῦ τοῦ Χριστοῦ λέγοντοςι
ι Ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. ι Τοῦτο μέξ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.