PG 20, col. 1513

ὅπως τε βασιλικῶν ἴππων ἐνόχους παραστάσει κατ
εδίκασεν, ὅσα τε τῶν ἱερῶν σκευῶν τῶν ἐκκλησια-
στικῶν ἕνεκα κειμηλίων οἱ αὐτοὶ πρὸς τῶν κατὰ
καιροὺς βασιλικῶν ἐπιτρόπων τε καὶ ἀρχόντων ἐν
ὕβρεσι καὶ ἀτιμίαις καὶ βασάνοις ἀνηντλήκασι, τάς
τε ἐπὶ τούτοις τῶν πολλῶν φιλαρχίας, ἀκρίτους τε
καὶ ἐκθέσμους χειροτονίας, καὶ τὰ ἐν αὐτοῖς ὁμολο-
γηταῖς σχίσματα (92), ὅεα τε οἱ νέοι στασιώδεις κατὰ
τῶν τῆς Ἐκκλησίας λειψάνων διὰ σπουδῆς ἐμηχανή-
σαντο, καινότερα καινοῖς ἐπινεωτερίζοντες, καὶ ἀφει-
δῶς τοῖς τοῦ διωγμοῦ συμφοραῖς ἐπεντρίβοντες, καὶ
κακὰ κακοῖς ἐπιτειχίζοντες, ταῦτα πάντα παρήσειν
μοι δοκῶ, ἀνοίκειον ἐμαυτῷ κρίνας, παραιτουμένῳ
τε καὶ ἀποφεύγοντι, ὡς δʼ οὖν καὶ ἀρχομένῳ μοι
εἴρηται (93), τὴν περὶ τούτων διήγησιν, ἀλλὰ γὰρ
ὅσα σεμνὰ καὶ εὕφημα κατὰ τὸν ἱερὸν λόγον· καὶ εἴ
τις ἀρετὴ καὶ ἔπαινος, ταῦτα λέγειν τε καὶ γράφειν
καὶ πισταῖς ἀκοαῖς παρέχεσθαι οἰκειότατον ἡγούμε-
νος (94) τῇ τῶν θαυμαστῶν μαρτύρων ἱστορίᾳ· καὶ
τῇ μετὰ ταύτην οὐρανόθεν ἡμῖν ἐπιφανείσῃ εἰρήνῃ
κοσμήσειν μοι δοκῶ τοῦ παντὸς λόγου τὴν περι-
γραφήν.
moribus et pace quæ post hæc cœlitus nobis affulsit, exornem.
Ἐβδομον ἔτος τοῦ καθʼ ἡμῶν ἀγῶνος ἠνύετο, καί
πως ἡρέμα τῶν καθʼ ἡμᾶς ἡσυχῆ τὸ ἀπερίεργον εἰ-
ληφότων, εἰς ὄγδοόν τε διαγενομένων ἔτος, ἀμφὶ τὰ
ἐν Παλαιστίνῃ χαλκοῦ μέταλλα οὐκ ὀλίγης ὀμολογη-
τῶν συγκεκροτημένης πληθύος, πολλῇ τε τῇ παῤῥη-
σίᾳ χρωμένων, ὡς καὶ οἴκονς εἰς ἐκκλησίας δείμα-
σθαι, ὁ τῆς ἐπαρχίας ἄρχων δεινός τις ὦν καὶ πονη-
ρὸς, καὶ οἶον αὐτὸν τὰ κατὰ τῶν μαρτύρωνδρασθέντα
συνέστησεν, ἐπιδημήσας αὐτόθι καὶ τὴν τῶν ἐκεῖσε
διαγωγὴν πυθόμενος, βαστλεῖ κοινοῦται, ὅσα δο-
κεῖν (95), εἰς διαβολὴν καταγράφων. ἶτʼ ἐπιστὰς ὁ
τοῖς μετάλλοις ἐπιτεταγμένος, ὡς ἂν ἐκ βασιλικοῦ
νεύματος διελὼν τὴν τῶν ὀμολογητῶν πληθὺν, τοῖς
μὲν Κύπρον, τοῖς δὲ τὸν Λίβανον οἰκεῖν ἔνειμεν, ἄλ-
λοὺς τε ἄλλαις κατὰ Παλαιστίνην χώραις κατασπεί-
ρας, τοὺς πάντας διαφόροις πονεῖσθαί τισιν ἔργοις
ἐπικελεύεται. Εἶτα τέσσαρας τοὺς μάλιστα δοκοῦντας
αὐτῶν κορυφαίους ἐπιλεξάμενος, ἐπὶ τὸν ἐφεστῶτα
ex albi ordine vocabantur, ut dicitur in lege citata.
Pasterius vero illud, servitus quædam fuit pœnæ, ad
quam noxii damanabantur, ut ex Eusebii ac Meta-
phrastæ testimonio colligintus. Erant porro hi ca-
melarii sul» cura ac dispositione comitis rerum
privatarum, qui subjectos potestati suæ habebat
præpositos gregum et stabnlorum, ut legitur m
Nκitia imperii Romanorum. Vide Acta Marcelli
papæ.
(92) 7ὰ ἐν αὐτοῖς ὀμολογηταῖς σχμίσμαια. In-
telligit schisma Meletii Lycopolitani adversus IPe-
trum Alexandriæ episcopum, de quo vide Athana-
sium et Epiphanium. Intelligit etiam schisma Do-
nati in Africa adversus Cæcilianum episcopum.
(95) 7Ὁς δʼ οὸν καὶ ἀρχομέτῳμοι εἴρηται. Scri-
bendum est procul dubio ὡς γοῦν. Porro locus
μτεοι. Gs. ΧXX.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.