PG 20, col. 221

In inglese: The Church History of Eusebius 3.4.10 · The Church History of Eusebius 3.5.1 · The Church History of Eusebius 3.5.2

Τιμόθεον Ἐπιστολὴν, πρῶτος μετὰ Πέτρον τῆς ω-
μαίων Ἐκκλησίας τὴν ἐπισκοπὴν ἤδη πρότερον κλη-
ρωθεὶς δεδήλωται. Ἀλλὰ καὶ ὁ Κλήμης τῆς ω-
μαίων καὶ αὐτὸς Ἐκκλησίας τρίτος ἐπίσκοπος κα-
ταστὰς, Παύλου συνεργὸς καὶ συναθλητὴς γεγονέναι
πρὸς αὐτοῦ μαρτυρεῖται. Ἐπὶ τούτοις καὶ τὸν
Ἀρειοπαγίτην ἐκεῖνον, Διονύσιος ὄνομα αὐτῷ, ὅν ἐν
Πράξεσι μετὰ τὴν ἐν Ἀρείῳ πάγῳ πρὸς Ἀθηναίους
Παύλου δημηγορίαν, πρῶτον πιστεῦσαι (4θ) ἀνέ-
γραψεν ὁ Λουκᾶς, τῆς ἐν Ἀθήναις.Ἐκκλησίας πρῶ-
τον ἐπίσκοπον, ἀρχαίων τις ἕτερος Διονύσιος τῆς
Κορινθίων παροικίας ποιμὴν ἱστορεῖ γεγονέναι.
Ἀλλὰ γὰρ ὁδῷ προβαίνουσιν, ἐπὶ καιροῦ τὰ τῆς κατὰ
χρόνους τῶν ἀποστόλων διαδοχῆς ἡμῖν εἰρήσεται.
Νῦν δὲ ἐπὶ τὰ ἐξῆς ἴωμεν τῆς ἱστορίας.
EοΑΛ AION EE.
Περὶ τῆς μετὰ τὸν Χριστὸν ὑστάτης Ἰουδαίων
παλιορκίας(Nic. H. E. m, 3-8).
Μετὰ Nέρωνα δέκα πρὸς τρισὶν ἔτεσι τὴν ἀρχὴν
ἐπικρατήσαντα, τῶν ἀμφὶ άλβαν καὶ Ὁθωνα ἐνιαυ-
τὸν ἐπὶ μησὶν ἐξ διαγενομένων, Οὐεσπασιανὸς ταῖς
κατὰ Ἰουδα ων παρατάξεσι λαμπρυνόμενος, βασιλεὺς
ἐπʼ αὐτῆς ἀναδείκνυται τῆς Ἰουδαίας, αὐτοκράτωρ
πρὸς τῶν αὐτόθι στρατοπέδων ἀναγορευθείς. Τὴν ἐπὶ
ώμης οὖν αὐτίκα στειλάμενος, Τίτῳ τῷ παιδὶ τὸν
κατὰ Ἰουδαίων ἐγχειρίζει πόλεμον. Μετά γε μὴν τὴν
τοῦ Σωτῆρος ἡμῶν ἀνάληψιν, Ἰουδαίων πρὸς τῷ κατʼ
αὐτοῦ τολμήματι, ἤδη καὶ κατὰ τῶν ἀποστόλων αὐ-
τοῦ πλείστας ὅσας ἐπιβουλὰς μεμηχανημένων, πρώ-
του τε Στεφάνου λίθοις ὑπʼ αὐτῶν ἀνῃρημένου, εἶτα
δὲ μετʼ αὐτὸν Ἰακῶβου, ὅς ἦν Ζεβεδαίου μὲν παῖς,
ἀδελφὸς δὲ Τωάννου, τὴν κεφαλὴν ἀποτμηθέντος, ἐπὶ
πᾶσί τε Ἰακώβου τοῦ τὸν αὐτόθι τῆς ἐπισκοπῆς θρό-
νον, πρώτου μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάληψιν
κεκληρωμένου, τὸν προδηλωθέντα τρόπον μεταλλά-
ξαντος, τῶν τε λοιπῶν ἀποστόλων μυρία εἰς θάνα-
τον ἐπιβεβουλευμένων, καὶ τῆς μὲν Ἰουδαίας γῆς
ἀπεληλαμένων, ἐπὶ δὲ τῇ τοῦ κηρύγματος διδασκαλίᾳ
τὴν εἰς σύμπαντα τὰ ἔθνη στειλαμένων πορείαν σὺν
δυνάμει τοῦ Χριστοῦ φήσαντος αὐτοῖς· « Πορευ-
θέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί
μου· » οὐ μὴν ἀλλὰ καὶ τοῦ λαοῦ τῆς ἐν Ἰεροσολύ-
μοις Ἐκκλησίας, κατά τινα χρησμὸν τοῖς αὐτόθι
δοκίμοις διʼ ἀποκαλύψεως δοθέντα, πρὸ τοῦ πολέμου
μεταναστῆναι τῆς πόλεως, καί τινα τῆς Περαίας
πόλιν οἰκεῖν κεκελευσμένου, Πέλλαν αὐτὴν ὀνομά-
ζουσιν (47), ἐν ἢ τῶν εἰς Χριστὸν πεπιστευκότων
(4β) Πρῶτον πιστεῦσαu. Antea editum πρῶτον
ἐπέσκοπον πιστεῦσαι,tribus verbis; quorum duo prie-
ra in lineolis subnotata sunt, et ad marginem scri-
ptm est ea superlua esse. Certe Christophorsouus
in interpretatione sua utramqne vocem prætermisit.
Ego vero posteriorem duntaxat, nempe ἐπίσκο-
πον, expungendam, priorem vero esse retinen-
dam puto. Idque confirmat versio Rnlfini, qui hunc
locum ita interpretatus est: Sed et fDongsium Areo-
pagitam apud Athenas, quem Lucas scrtpsit pprimums
Paalo prædicaate credidisse, etc. Conjecturam no-
stram plane con firmant codd. Μaα., Med.et Εuὰ.,

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.