PG 20, col. 228

In inglese: The Church History of Eusebius 3.6.10 · The Church History of Eusebius 3.6.12 · The Church History of Eusebius 3.6.14

γυμνάζοντες δὲ τὴν ἀπόνοιαν, καὶ προπαρασκευά-
ζοντες ἐαυτοῖς εἰς τὰς ἐξῆς ἡμέρας ἐφόδια. Τοῖς δ
ἐπὶ τὴν ωμαίων φρουρὰν νύκτωρ ἐξερπύσασιν ἐπὶ
λαχάνων συλλογὴν ἀγρίων καὶ πόας, ὑπαντῶντες,
δτʼ ἤδη διαπεφευγέναι τοὺς πολεμίους ἐδόκουν,
ἀφήρπαζον τὰ κομισθέντα, καὶ πολλάκις ἱκετευόν-
των, καὶ τὸ φρικτότατον ἐπικαλουμένων ὄνομα τοῦ
Θεοῦ μεταδοῦναί τι μέρος αὐτοῖς, ὦν κινδυνεύσαντες
ἤνεγκαν, οὐδοτιοῦν μετέδοσαν. Ἀγαπητὸν δʼ ἦν, τὸ
μὴ καὶ προσαπολέσθαι σεσυλημένον. » Τούτοις δὲ
μεθʼ ἔτερα ἐπιφέρει λέγων· « Ἰουδαίοις δὲ μετὰ τῶν
ἐξόδων ἀπεκόπη πᾶσα σωτηρίας ἐλπίς. Καὶ βαθύνας
ἑαυτὸν ὁ λιμὸς, κατʼ οἴκους καὶ γενεὰς τὸν δῆμον
ἐπεβόσκετο. Καὶ τὰ μὲν τέγη πεπλήρωτο γυναικῶν
καὶ βρεφῶν λελυμένων, οἱ στενωποὶ δὲ γερόντων νε-
κρῶν. Παῖδες δὲ καὶ νεανίαι διοιδοῦντες, ὥσπερ εἴ-
δωλα κατὰ τὰς ἀγορὰς ἀνειλοῦντο καὶ κατέπιπτον,
δποι τινὰ τὸ πάθος καταλαμβάνοι· θάπτειν δὲ τοὺς
προσήκοντας, οὕτε ἴσχυον οἱ κάμνοντες, καὶ τὸ διευ-
τονοῦν ὤκνει, διά τε τὸ πλῆθος τῶν νεκρῶν, καὶ τὸ
κατὰ σφᾶς ἀδηλον. Πολλοὶ γοῦν τοῖς ὑπʼ αὐτῶν
θαπτομένοις ἐπαπέθνησκον, πολλοὶ δʼ ἐπὶ τὰς θήκας
πρὶν ἐπιστῆναι τὸ χρεὼν, προῆλθον. Οὕτε δὲ θρῆνος
ἐν ταῖς συμφοραῖς, οὕτε ὀλοφυρμὸς ἦν, ἀλλὰ ὁ λιμὸς
ἤλεγχε τὰ πάθη. Χηροῖς δὲ τοῖς ὄμμασιν (53) οt
δυσθανατοῦντες ἐφεώρων τοὺς φθάσαντας ἀναπαύ-
σασθαι. Bαθεῖα δὲ τὴν πόλιν περιεῖχε σιγὴ, καὶ νὺξ
θανάτου γέμουσα. Καὶ τούτων οἱ λῃσταὶ χαλεπώ-
τεροι. Τυμβωρυχοῦντες γοῦν τὰς οἰκίας, ἐσύλων
τοὺς νεκροὺς, καὶ τὰ καλύμματα τῶν σωμάτων πε-
ρισπῶντες, μετὰ γέλωτος ἐξήεσαν. Τάς τε ἀκμὰς
τῶν ξιφῶν (54) ἐδοκίμαζον ἐν τοῖς πτώμασι, καί
τινας τῶν ἐῤῥιμμένων ἔτι ζῶντας διήλαυνον, ἐπὶ
πείρᾳ τοῦ σιδήρου. Τοὺς δε ἱκετεύοντας χρῆσαί σφισι
δεξιὰν καὶ ξίφος, τῷ λιμῷ κατέλιπον ὑπερηφανοῦν-
τες. Καὶ τῶν ἐκπνεόντων ἔκαστος, ἀτενὲς εἰς τὸν
ναὸν ἐφεώρα (55), τοὺς στασιαστὰς ζῶντας ἀπολι-
πών. Οἱ δὲ τὸ μὲν πρῶτον, ἐκ τοῦ δημοσίου θησαυ-
ροῦ θάπτειν ἐκέλευον τοὺς νεκροὺς, τὴν ὀσμὴν οὐ
φέροντες· ἔπειθʼ ὡς οὐ διήρκουν, ἀπὸ τῶν τειχῶν
ἔῤῥιπτον εἰς τὰς φάραγγας. Περιῖὼν δὲ ταύτας (56)
ὁ Τῖτος, ὡς ἐθεάσατο πεπλησμένας τῶν νεκρῶν,
καὶ βαθὺν ἰχῶρα μυδώντων τὸν ὑποῤῥέοντα τῶν σω
μάτων, ἐστέναξέ τε καὶ τὰς χεῖρας ἀνατείνας κατε
μαρτύρατο τὸν Θεὸν, ὡς οὐκ εἴη τὸἔργον αὐτοῦ.» Τού
τοις ἐπειπών τινα μεταξὺ, ἐπιφέρει,λέγων· « Οὐκ ἂν
θυρίδες ἀνεῳγμέναι αὐτῷ ἐν τοῖς ὑπερώοις αὐτοῦ
κατέναντι Ἰερουσαλήμ· καὶ καιροὺς τρεῖς τῆς ἡμέ-
ρας ἦν κάμπτων ἐπὶ τὰ γόνατα αὐτοῦ. Ad quæ verba
notat Hieronymus: Orat autema secundum præceptums
Dei, dictaque Salomonis, eui coutra templum oran-
dutm esse admonuit. Sic etiam in Esdræ cap. r,
juvenis ille Judæus oculis in cœlum sublatis versus
Jerusalem Deum laudasse dicitur. Atque hinc ma-
nasse mihi videtur consuetudo Christianorum, qi
ad ortum sohs conversi Deum orabant, more acce-
pto a Judæis qui ex circmmcisione ad Christum
transierant.
(56) Περιὼν δὲ ταύτας. Sic ex Jose ho scrben-
dum est, et sic codd. Μaα.. Md., Εὰ. ct Savil.
Male ediderat Stephanυs περιιδών.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.