PG 20, col. 297

In inglese: The Church History of Eusebius 3.39.4 · The Church History of Eusebius 3.39.5 · The Church History of Eusebius 3.39.6

συγκατατάξαι ταῖς ἐρμηνείαις (77), διαβεβαιούμε-
νος ὑπὲρ αὐτῶν ἀλήθειαν. Οὐ γὰρ τοῖς τὰ πολλὰ λέ-
γουσιν ἔχαιρον ὥσπερ οἱ πολλοὶ, ἀλλὰ τοίς τάληθῆ
διδάσκουσιν· οὐδὲ τοῖς τὰς ἀλλοτρίας ἐντολὰς μνη-
μονεύουσιν, ἀλλὰ τοῖς τὰς παρὰ τοῦ Κυρίου τῇ πίστει
δεδομένας, καὶ ἀπʼ αὐτῆς παραγινομένας τῆς ἀλη-
θείας. Εἰ δέ που καὶ παρηκολουθηκώς τις τοῖς πρε-
σβυτέροις ἔλθοι, τοὺς τῶν πρεσβυτέρων ἀνέκρινον λό-
γους· τί Ἀνδρέας, ἢ τί Πέτρος εἶπεν, ἢ τί Φίλιππος,
ἢ τί Θωμᾶς, ἢ Ἰάκωβος· ἢ τί Ἰωάννης, ἢ Ματθαῖος·
ἢ τις ἔτερος τῶν τοῦ Κυρίου μαθητῶν, ἅ τε Ἀρι-
στίων, καὶ ὁ πρεσβύτερος Ἰωάννης, οἱ τοῦ Κυρίου
μαθηταὶ,λέγουσιν. Οὐ γὰρ τὰ ἐκ τῶν βιβλίων τοσοῦ-
τόν με ὡφελεῖν ὑπελάμβανον, ὅσον τὰ παρὰ ζώσης
φωνῆς καὶ μενούσης. » Ἐνθα καὶ ἐπιστῆσαι ἄξιον
δὶς καταριθμοῦντι αὐτῷ τὸ Ἰωάννου ὄνομα· ὧν τὸν
μὲν πρότερον Πέτρῳ καὶ Ἰακώβῳ, καὶ Ματθαίῳ, καὶ
τοῖς λοιποῖς ἀποστόλοις συγκαταλέγει, σαφῶς δηλῶν
τὸν εὐαγγελιστήν· τὸν δ ʼξτερον Ἰωάννην διαστείλας
τὸν λόγον, ἐτέροις παρὰ τὸν τῶν ἀποστόλων ἀριθμὸν
κατατάσσει, προτάξας αὐτοῦ τὸν Ἀριστίωνα. Σαφῶς
τε αὐτὸν πρεσβύτερον ὀνομάζει. Ὡς καὶ διὰ τούτων
ἀποδείκνυσθαι τὴν ἱστορίαν ἀληθῆ τῶν δύο κατὰτὴν
Ἀσίαν ὀμωνυμίᾳ κεχρῆσθαι εἰρηκότων, δύο τε ἐν
Ἐφέσῳ γενέσθαι μνήματα καὶ ἐκάτερον Ἰωάννου ἔτι
νῦν λέγεσθαι· οἶς καὶ ἀναγκαῖον προσέχειν τὸν νοῦν.
Εἰκὸς γὰρ τὸν δεύτερον, εἰ μή τις ἐθέλοι τὸν πρῶ-
τον,τὴν ἐπʼ ὀνόματος φερομένην Ἰωάννου Ἀποκά-
λυψιν ἐωρακέναι. Καὶ ὁ νῦν δὲ ἡμῖν δηλούμενος Πα-
πίας, τοὺς μὲν τῶν ἀποστόλων λόγους παρὰ τῶν
αὐτοῖς παρηκολουθηκότων ὀμολογεῖ παρειληφέναι,
Ἀριστίωνος δὲ καὶ τοῦ πρεσβυτέρου Ἰωάννου αὐτή-
κοον ἑαυτόν φησι γενέσθαι. θνομαστὶ γοῦν πολλάκις
αὐτῶν μνημονεύσας, ἐν τοῖς αὐτοῦ συγγράμμασι τί-
θησιν αὐτῶν παραδόσεις. Καὶ ταῦτα δʼ ἡμῖν οὐκ εἰς
τὸ ἄχρηστον εἰρήσθω. Ἀξιον δὲ ταῖς ἀποδοθείσαις
τοῦ Παπία φωναῖς, προσάψαι λέξεις ἐτέρας αὐτοῦ,
διʼ ὧν παράδοξά τινα ἱστορεῖ καὶ ἄλλα, ὡς ἂν ἐκ
παραδόσεως εἰς αὐτὸν ἐλθόντα. Τὸ μὲν οὖν κατὰ τὴν
Ἰεράπολιν bίλιππον τόν ἀπόστολον ἅμα ταῖς θυγα-
τράσι διατρίψαι, διὰ τῶν πρόσθεν δεδήλωται. Ὡς δὲ
κατὰ τοὺς αὐτοὺς ὁ Παπίας γενόμενος, διήγησιν παρ-
ειληφέναι θαυμασίαν ὑπὸ τῶν τοῦ bιλίππου θυγα-
τέρων μνημονεύει, τὰ νῦν σημειωτέον. Nεκροῦ γὰρ
ἀνάστασιν κατʼ αὐτὸν γεγονυῖαν ἰστορεῖ, καὶ αὖ πά-
λιν ἕτερον παράδοξον περὶ Ἰοῦστον τὸν ἐπικληθέντα
θαρσαβᾶν (78) γεγονὸς, ὡς δηλητήριον φάρμακον
ἐμπιόντος καὶ μηδὲν ἀηδὲς διὰ τὴν τοῦ Κυρίου χάριν
ὐπομείναντος. Τοῦτον δὲ τὸν Ἰοῦστον μετὰ τὴν τοῦ
Σωτῆρος ἀνάληψιν, τοὺς ἱεροὺς ἀποστόλους μετὰ
Ματθία στῆσαί τε καὶ ἐπεύξασθαι ἀντὶ τοῦ προδό-
merito reprebendit vetus scholiastes his verbis,
auæ ad marginem codicis Muxarini ascripta sunt :
Τί σοι καὶ τοῖς τοῦ ἱεροῦ Κλήμεντος διαλόγοις. ἐνοῖς
ὅσον τὸ ὄφελος οἱ ὀρθοδόξως καὶ εἰλικρινῶς ἐντετυ-
χηκότες σαφῶς ἴσασιν. Απαγε τῶν διασυρμῶν,ὼ λο-
γιώτατε· πείσεται γάρ σοι τῶν ὅλων οὐδεὶς τῆς τοῦ
Θεοῦ Ἐκκλησίας· τοῦ Κλήμεντος ἅπαντα ἐν σεμνυ-
νομένοις ἐετὶ τοῖς τροφίμοις τῆς εὐσεβείας, ὑφʼ ὦν
σπουδάζεται.
(77) Συνκατατάξααι ταῖς ἐραηνείαις. Ia legitur
Pμæεοα. G. ΧX.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.