PG 20, col. 300
In inglese: The Church History of Eusebius 3.39.12 · The Church History of Eusebius 3.39.13 · The Church History of Eusebius 3.39.14
του Ἰούδα ἐπὶ τόν κλῆρον τῆς ἀναπληρώσεως τοῦ
αὐτῶν ἀριθμοῦ, ἡ τῶν Πράξεων ὥδέ πως ἰστορεῖ
γραφή· « Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον
Bαρσαβᾶν ὅς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν· καὶ
προσευξάμενοι εἶπον. » Καὶ ἄλλα δὲ ὁ αὐτός συγγρα-
φεὺς ὡς ἐκ παραδόσεως ἀγράφου εἰς αὐτὸν ἤκοντα
παρατέθειται, ξένας τέ τινας παραβολὰς τοῦ Σωτῆ-
ρος καὶ διδασκαλίας αὐτοῦ, καί τινα ἄλλα μυθικώ-
τερα. Ἐν οἶς καὶ χιλιάδα τινὰ φησιν ἐτῶν ἔσεσθαι
μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, σωματικῶς τῆς τοῦ
Χριστοῦ βασιλείας ἐπὶ ταυτησὶ τῆς γῆς ὑποστησο-
μένης. Ἀ καὶ ἡγοῦμαι τὰς ἀποστολικὰς παρεκδεξά-
μενον διηγήσεις, ὑπολαβεῖν. τὰ ἐν ὑποδείγμασι πρός
αὐτῶν μυστικῶς εἰρημένα μὴ συνεωρακότα. Σφόδρα
γάρ τοι σμικρός ὦν τὸν νοῦν, ὡς ἂν ἐκ τῶν αὐτοῦ
λόγων τεκμηράμενον εἰπεῖν, φαίνεται· πλὴν καὶ τοῖς
μετʼ αὐτὸν πλείστοις ὅσοις τῶν ἐκκλησιαστικῶν, τῆς
ὁμοίας αὐτῷ δόξης παραίτιος έγονε,τὴν ἀρχαιότητα
τάνδρὸς προβεβλημένοις, ὥσπερ οὖν Εἰρηναίῳ, καὶ
εἴ τις ἄλλος τὰ ὅμοια φρονῶν ἀναπέφηνεν. Καὶ ἄλλας
δὲ τῇ ἰδίᾳ γραφῇ παραδίδωσιν Ἀριστίωνος τοῦ πρό-
σθεν δεδηλωμένου τῶν τοῦ Κυρίου λόγων διηγήσεις
(79), καὶ τοῦ πρεσβυτέρου Ἰωάννου παραδόσεις, ἐφʼ
ἃς τοὺς φιλομαθεῖς ἀναπέμψαντες, ἀναγκαίως νῦν
προσθήσομεν ταῖς προεκτεθείσαις αὐτοῦ φωναῖς πα-
ράδοσιν, ἢ περὶ Μάρκου τοῦ τὸ Εὐαγγέλιον γεγρα-
φότος ἐκτέθειται διὰ τούτων· « Καὶ τοῦτο ὁ πρεσβύ-
τερος ἔλεγε· Μάρκος μὲν ἐρμηνευτὴς Πέτρου (80)
γενόμενος, ὅσα ἐμνημόνευσεν, ἀκριβῶς ἔργαψεν, οὐ
μέντοι τάξει τὰ ὑτὸ τοῦ Χριστοῦ ἢ λεχθέντα ἢ πρα-
χθέντα· οὕτε γὰρ ἤκουσε τοῦ Κυρίου, οὕτε παρηκο-
λούθησεν αὐτῷ, ὕστερον δὲ, ὡς ἔφην, Πέτρῳ, ὅς
πρός τὰς χρείας ἐποιεῖτο τὰς διδασκαλίας, ἀλλʼ οὐχ
ὥσπερ σύνταξιν τῶν κυριακῶν ποιούμενος λόγων·
ὥστε οὐδὲν ἤμαρτε Μάρκος. οὕτως ἔνια γράψας ὡς
ἀπεμνημόνευσεν. Ἐνὸς γὰρ ἐποιήσατο πρόνοιαν, τοῦ
μηδὲν ὦν ἤκουσε παραλιπεῖν, ἢ ψεύσασθαί τι ἐν αὐ-
τοῖς. » Ταῦτα μὲν οὗνἱστόρηται τῷ Παπίᾳ περὶ τοῦ
Μάρκου. Περὶ δὲ τοῦ Ματθαίου ταῦτʼ εἴρηται· «Ματ-
θαῖος μὲν οὖν Ἐβραῖδι διαλέκτῳ τὰ λόγια συνεγρά-
ψατο. Ἡρμήνευσε δʼ αὐτὰ ὡς ἠδύνατο ἔκαστος (81).»
Κέχρηται δʼ ὁ αὐτὸς μαρτυρίαις ἀπὸ τῆς Ἰωάννου
προτέρας Ἐπιστολῆς, καὶ τῆς Πέτρου ὀμοίως. Ἐκ-
τέθειται δὲ καὶ ἄλλην ἱστορίαν περὶ γυναικὸς, ἐπὶ
πολλαῖς ἀμαρτίαις διαβληθείσης ἐπὶ τοῦ Κυρίου.Iν
τὸ Κατʼ Ἐδραίους Εὐαγγέλιον περιέχει. Καὶταῦτα
δʼ ἡμῖν ἀναγκαίως πρὸς τοῖς ἐκτεθεῖσιν ἐπιιτετη-
ρήσθω.
Τόλος τοῦ τῆς ἐκκληοααστιικῆς Τστορίας
λόγουτρίεου.
ctatum esse scrihunt. Ita Athanasius in tractatu
De libris sacræ Scripturæ. Quod quomodo intelli-
gendum sit, docet hic Papiæ locus. Neque enim exi-
stimandum est, Marcum ex ore dictanttis Petri
Evangelium suum excepisse; sed cum Petrum an-
disset verbum Dei Judæis Hebraice prædicantem,
Marcum singula quæ ad Christum pertinebant, stu-
diose digesssse Græco sermone.
(81) Ὡς ἡδύνατο ἐκαστος. icephorus habet,
ὡς ἦν δυνατὸς ἕκαστος, cui subscribunt quatuor no-
stti codices Μaα., Med., Εuὰ. et Savilianus.