PG 20, col. 700

In inglese: The Church History of Eusebius 7.25

unum eumdemque scriptorem esse conjicio. Quippe A τάσσει· Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ ἤν ἔδωκεν αὐτῷ
δεῖξαι τοῖς δούλοις αὐτοῦ ἐν τάχει. Καὶ ἐσήμανεν ἀπο-
στείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰω
ἀννῃ, ὅς ἐμαρτύρησε τὸν Λόγον τοῦ Θεοῦ καὶ τὴν
paulo post subdit: « Joannes vero
μαρτυρίαν αὐτοῦ ὅσα εἶδεν. Εἶτα καὶ Ἐπιστολὴνγρά-
φει· « Ἰωάννης ταῖς ἐπτὰ Ἐκκλησίαις ταῖςἐν τῇ Ἀσίᾳ,
χάρις ὑμῖν καὶ εἰρήνη. » Ὁ δέ γε εὐαγγελιστὴς, οὐδὲ
τῆςκαθολικῆς ἐπιστολῆς προέγραψεν ἑαυτοῦ τὸ ὄνομα,
ἀλλὰ ἀπερίττως ἀπʼ αὐτοῦ τοῦ μυστηρίου τῆς θείας
Ἀποκαλύψεως ἤρξατο· Ὁ ἦν ἀπʼ ἀρχῆς, ὁ ἀκηκό-
αμεν, ὅἐωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν.» Ἐπὶ ταύτῃ
γὰρ τῇ Ἀποκαλύψει καὶ ὁ Κύριος τὸν Πέτρον ἐμακά-
ρισεν εἰπών· « Μακάριος εἶ, Σίμων βὰρ Ἰωνᾶ, ὅτι
σὰρξ καὶ αἶμα οὐκ ἀποκάλυψέ σοι, ἀλλʼ ὁ Πατήρ μου
ὁ οὐράνιος.» Ἀλλʼ οὐδὲ ἐντῇ δευτέρᾳ φερομένῃ Ἰωάν-
νου καὶ τρίτῃ, καίτοι βραχείαις οὕσαις Ἐπιστολαῖς, ὁ
Ἰωάννης ὀνομαστὶ πρόκειται, ἀλλὰ ἀνώνυμος ὁ Πρε-
σβύτερος γέγραπται. Οὗτος δέ γε οὐδὲαὔταρκες ἐνό-
μισεν εἰσάπαξ ἑαυτὸν ὀνομάσας, διηγεῖσθαι τὰ ἐξῆς,
ἀλλὰ πάλιν ἀναλαμβάνει· « Ἐγὼ Ἰωάννης ὁ ἀδελφὸς
ὑμῶν, καὶ συγκοινωνὸς ἐντῇ θλίψει καὶ βασιλεία, καὶ
ἐν ὑπομονῇ Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλου-
μένῃ Πάτμῳ, διὰ τὸν Λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυ-
ρίαν Ἰησοῦ.» Καὶ δὴ καὶ πρὸς τῷ τέλει ταῦτα εἶπε·
« Μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ
βιβλίου τούτου. Κάγὼ Ἰωάννης ὁ βλέπων καὶ ἀκούων
ταῦτα.» Ὁτι μὲν οὖν Ἰωάννης ἐστὶν ὁ ταῦτα γράφων,
αὐτῷ λέγοντι πιστευτέον· ποῖος δὲ οὗτος, ἄδηλον. Οὐ
γὰρ εἶπεν ἑαυτὸν εἶναι, ὡς ἐν τῷ Εὐαγγελίῳ πολλα-
χοῦ, τὸν ἠγαπημένον ὑπὸ τοῦ Κυρίου μαθητὴν, οὐδὲ
τὸν ἀδελφὸν Ἰακώβου, οὐδὲ τὸν αὐτόπτην καὶ αὐτή-
κοον τοῦ Κυρίου γενόμενον. ἶπε γὰρ ἄν τι τούτων
τῶν προδεδηλωμένων, σαφῶς ἑαυτὸν ἐμφανίσαι βου-
λόμενος. Ἀλλὰ τούτων μὲν οὐδέν. Ἀδελφὸν δὲ ἡμῶν
καὶ συγκοινωνὸν εἶπε καὶ μάρτυρα Ἰησοῦ, καὶ μα-
κάριον ἐπὶ τῇ θέᾳ καὶ ἀκοῇ τῶν ἀποκαλύψεων. Πολ-
λοὺς δὲ ὁμωνύμους Ἰωάννῃ τῷ ἀποστόλῳ νομίζω γε-
γονέναι, οἱ διὰ τὴν πρὸς ἐκεῖνον ἀγάπην, καὶ τὸ θαυ-
μόζειν καὶ ζηλοῦν, ἀγαπηθῆναί τε ὀμοίως αὐτῷ βού-
λεσθαι ὑπὸ τοῦ Κυρίου, καὶ τὴν ἐπωνυμίαν τὴν αὐ-
τὴν ἠσπάσαντο. Ὡσπερ καὶ ὁ Παῦλος πολὺς καὶ δὴ
καὶ ὁ Πέτρος ἐν τοῖς τῶν πιστῶν παισὶν ὀνομάζε-
ται (4). Ἐστι μὲν οὗν καὶ ἕτερος Ἰωάννης ἐν ταῖς
Πράξεσι τῶν ἀποστόλων ὁ ἐπικληθεὶς Μάρκος· δν
αρνάβας καὶ Παῦλος ἐαυτοῖς συμπαρέλαβον, περὶ
οὗ καὶ πάλιν λέγει« Εἶχον δὲ καὶ Ἰωάννηνὑπηρέτην. »
Εἰ δὲ οὗτος ὁ γράψας ἐστὶν, οὐκ ἂν φαίην· οὐδὲ γὰρ
ἀφῖχθαι σὺν αὐτοῖς εἰς τὴν Ἀσίαν γέγραπται.« Ἀλλὰ
ἀναχθέντες μὲν, φησὶν, ἀπὸ τῆς Πάφου οἱ περὶ Παῦ-
λον, ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ
ἀποχωρήσας ἀπʼ αὐτῶν, ὑπέστρεψεν εἰς Ἰεροσόλυμα.»
Ἀλλον δέ τινα οἶμαι τῶν ἐν Ἀσίᾳ γενομένων· ἐπεὶ
essc scrihit, ut parentes liberis suis nomen illius
imponerent, quo domum suam ejus præsentia ex-
ornareut. Idem Chrysostomus, homilia 21 in Ge-
ne sim, auditores suos hortatur, ut non quævis no-
mina temere ac fortuito, nec avorum aut proavo-
rum, aut illustrium virorum, sed sanctorum potius
hominum qui virtutibus refulserunt, liberis suis
imponant appellationes, ut eorum exemplo ad vir-
tutem incendantur.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.