PG 25, col. 280

σκοπον (44) αὐτοῖς κατέστησαν, καὶ ταῖς ἀπειλαῖς
καὶ τοίς φόὸοις διαιροῦσι τὰς Ἔκκλησίας, ἵνα παν-
ταχοῦ συνεργοὺς ἔχωσι τῆς ἀσεϐείας αὐτῶν. Καὶ γὰρ
καὶ διακόνους πρὸς τοὺς ’Δρειομανίτας ἀποστέλλου-
σιν, οἰ φανερῶς συνάγονται παρ’ αὐτοῖς καὶ γράφου-
σιν αύτοτς, καὶ ἀντίγραφα παρ’ αὐτῶν κομίζονται,
τὴν Ἐκκλησίαν κατασχίζοντες, καὶ κοινωνοῦντες
αὐτοῖς, καὶ γράμματα ἀποστέλλοντες πανταχοῦ , τὴν
αἵρεσιν αὐτῶν συνιστῶντα, καὶ τὴν Ἐκκλησίαν
ἀποκηρύττοντα, ὡς δυνήσεσθε μαθεῖν, ἀφ’ ὦν αὐτοὶ
τῷ Ῥωμαίων ἑπισκόπῳ (45), καὶ τάχα καὶ πρὸς
ὑμᾶς ἔγραψαν. Ὠς οὖν οὐκ ἀνεκδίκητα ταῦτά ὲστι,
owede καὶ ὑμεῖς, ἀγαπητοί. Δεινά γὰρ καὶ ἀλλὸ-
τρια τῆς κατὰ Χριστὸν διδασκαλίας ὲστί. Τούτου
γοῦν ἕνεκεν κοινῇ συνελθόντες ἐγράψαμεν ὑμῖν,
ἀξιοῦντες ὑμῶν τὴν ὲν Χριστῷ σύνεσιν ἀποδέξασθαι
μὲν τὴν ὁμολογίαν ταύτην, καὶ συναλγῆσαι τῷ συν-
επισκόπῳ ἡμῶν Ἀθαναοίῳ, ἀγανακτῆσαι δὲ κατά
τῶν περὶ Εὐσέϐιον, τῶν τὰ τοιαῦτα ἐπιχειρούντων,
πρὸς τὸ μηκέτι τοιαύτην κακίαν καὶ πονηρίαν κατὰ
τῆς Ἑκκλησίας ἰσχύειν· ὑμᾶς γὰρ ἐκδίκους κατά
τῆς τοιαύτης ἀδικίας ἑπικαλούμεθα, ὑπομιμνήσκον-
τες τὺ ἀποστολικόν· Ὲξάρατε τὸν πονηρὸν ἐξ
ὑμῶν αὐτῶν. Πονηρά γὰρ ἀληθῶς καὶ οὐκ ἄξια
κοινωνίας τὰ παρ’ αὐτῶν παραχθέντα. Ούκοῦν μη-
κέτι προσέχετε, κᾶν πάλιν ὑμῖν γράφωσι κατά τοῦ
ἐπισκόπου Ἀθανασίου · (πάντα γὰρ ψευδῆ τά παρ’
αὐτῶν) μηδ’ ἂν ὀνόματα δὲ ἐπισκόπων Αἰγυπτίων
(46) ὲγχαράττωσιν ἐπιστολαῖς, Δῆλον γὰρ, ὅτι οὐχ
ἡμεῖς ἐσμεν οἱ γράφοντες . ἀλλά Μελιτιανοὶ, ai ἀεὶ
σχισματικοὶ, οἱ καὶ μέχρι νῦν τὰς Ἐκκλησίας ταράτ-
τοντες, καὶ στάσεις κινοῦντες. Καταστάσεις γὰρ ἀλό-
γους καὶ σχεδὸν ἐθνικῶν ποιοῦνται· καὶ τοιαῦτα
πράττουσιν, ἃ δυσωπούμεθα μὲν γράφειν , δύνασθε
δὲ μαθεῖν παρά τῶν ἀποσταλέντων παρ’ ἡμῶν, τῶν
καὶ τὴν ἐπιστολὴν ὑμῖν ἀποδιδόντων (48).
20. Ταῦτα μὲν οἰ ἀπὸ τῆς Αἰγύπτου πρὸς πάν·
τας, καὶπρὸς Ἰούλιον τὸν ἐπίσκοπον τῆς Ῥώμηςα
καὶ οἱ περὶ Εύσέὸιον δὲ πρὸς Ἰούλιον ἔγραψαν · καὶ
νομίζοντες ἡμᾶς ἐκφοϐεῖν, ἠξίωσαν σύνοδον καλέσαι,
κα¹ι αὑτὸν Ἰούλιον, εἰ βούλοιτο, κριτὴν γενέσθαι.
Ἣμῶν τοίνυν ἀνελθόντων εἰς τὴν Ῥώμην, ἔγραψεν
εἰκότως Ἰούλιος καὶ ἐπὶ τοὺς περὶ Εὑσέὸιον , ἀπο-
στείλας καὶ δύο πρεσδυτέρους ἑαυτοῦ, Ἐλπίδιον καὶ
Φιλόξενον. Ἐκεῖνοι δὲ , ἀκούσαντες περὶ ἡμῶν, ἑτα-
ράχθησαν, οὐ προσδοκήσαντες ἡμᾶς ἀνέρχεσθαι·
betur, Nanniusqne expressit.
(46) Meletianorum episcoporum nomina adhibere
mos erat Eusebianls, ut Egyptum secum consen-
tire mentirentur. Quod in Philippopolitanis apud Hi-
larium subscriptionibos animadvertas.
47) Haec ab anno 540 ad 5M gesta sunt
47) Haec ab anno 540 ad 542 gesta sunt
ἓιε) Ilarfleg. Editi vero et alii mss. ἐπιδιδόντων.
Μυί οἱ ἀπὸ τῆς Αἰγύπτου. Ita Reg. in editis autem
ct aliis mss. τῆς deest.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.