PG 26, col. 912

ἄλλοι πάντες ἔδοξαν κρύπτεσθαι τήν ἡμέραν ἐκείνην·
6 δὲ Ἀντώνιος τοσοῦτον ἐφρόντισεν, ὥστε καὶ μᾶλλον
πλῦναι τὸν ἐπενδύτην, καὶ τῇ ἑξῆς ἔμπροσθεν ἐφ’
ὑψηλοῦ στῆναι, καὶ φαίνεσθαι τῷ ἡγεμόνι λαμπρόν.
Πάντων οὖν ἐπὶ τούτῳ θαυμαζόντων, καὶτοῦ ἠγεμό.
νος ὁρῶντος, καὶ μετά τῆς τάξεως αὑτοῦ διαϐαίνονο
τος, αὐτὸς ἀτρέμας εἱστήκει, δεικνὺς ἡμῶν τῶν Χρι-
στιανῶν τὴν προθυμίαν ο ηὔχετο γάρ καὶ αὐτὸς μαρ-
τυρῆσαι, καθὰ προεῖπον. Αύτὺς μὲν οὖν λυπουμένῳ
ὲῴκει, ὃτι μὴ μεμαρτύρηκεν ο 6 δὲ Κύριος ἦν αὑτὸν
φυλάττων είς τὴν ἡμῶν καὶ τὴν ἑτέρων ὠφέλειαν, ἵνα
καὶ ὲν τῇ ἀσκήσει, ἢν ὲκ τῶν Γραφῶν αύτὺς ’μεμά-
θηκε, πολλοῖς διδάσκαλος γένηται. Καὶ. γὰρ καὶ μό-
νον βλέποντες αύτοῦ τὴν ἀγωγὴν, πολλοὶ τῆς πολι-
τείας αύτοῦ ὲσπουδάξοντο ζηλωταὶ γενέσθαι. Πάλιν
οὖν ὑπηρέτει (Ἠ) συνήθως τοῖς όμολογηταῖς, καὶ ὡς
συνδεδεμένος αὐτοῖς, ἦν κοπιῶν ὲν ταῖς ὑπηρεσίαις.
47. Ἐπειδὴ δὲ λοιπὸν 6 διωγμὸς ἐπαύσατο, καὶ
μεμαρτύρηκεν ό μακαρίτης ἐπίσκοπος Πέτρος, ἀπ-
εδήμησε, καὶ πάλιν εἰς τὸ μοναστήριον ἀνεχώρει, καὶ
ἦν ἐκεῖ καθ’ ήμέραν μαρτυρῶν τῇ συνειδήσει, καὶ
ἀγωνιζόμενος τοῖς τῆς πίστεως ἄθλοις. Καὶ γὰρ καὶ
ἀσκήσει πολλῇ καὶ συντονωτέρᾳ ἐκέχρητο · ὲνήστευε
’γάρ ἀεὶ, τὸ δὲ ἔνδυμα εἶχεν ἔνδον μὲν τρίχινον (72),
ἐπάνω δὲ δερμάτινον, ὃ καὶ ἕως τελευτῆς τετήρηκε,
μήτε σῶμα διά ῥύπον ὕδατι λούσας, μήθ’ ὅλως τοὺς
πόδας ἀπονί’ψας,ἦ κᾶν ἁπλῶς είς ὕδωρ αὐτοὺς χωρὶς
ἀνάγκης ἀνασχόμενος ἐμϐαλεῖν· ἀλλ’ οὐδὲ γυμνωι
θέντα τις αὑτὸν ἑώρακεν , οὐδὲ ὅλως τὸ σῶμά τις εί-
δε Ἀντωνίου γυμνὸν, εί μὴ ὅτε τελευτήσας ἐθάπτετο.
48. Ἀναχωροῦντι’ τοίνυν αύτῷ, καὶ προθεμένῳ
ποιῆσαι χρόνον, ὥστε μήτε αύτδν προϊέναι, μήτε τιρ
νά δέξασθαι, Μαρτινιανός (73) τις ἄρχων στρατιω-
τῶν, ὲλθὼν, ἐγίνετο δι’ δχλου Ἀντωνίῳ* εἶχε γὰρ
('75) Ita omnes Inanuscripti. Bulland. Ivem, ob
Antonii sociorumque ejus constantiam.
(76) Ita manuScripti pene oittnes. Botland. vero,
pro Dei nomine.
(π) Sic manuscripti. Bollan'J. vero, per aqum.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.