PG 32, col. 364
2. Εἴ τις οὖν ἔτι ἐλπὶς ὑπολείπεταί σοι σωτηρίας,
εἴ τις βραχεῖα μνήμη περὶ τὸν Θεὸν, εἷ τις πόθος
τῶν μελλόντων ἀγαθῶν, εἳ τις φόϐος τῶν τεθησαυ-
ρισμένων κολάσεων τοῖς ἀμετανοήτοις. ἀνάνηψον
ταχέως. επαρον (32) τοὺς ὀφθαλμούς σου εἰς τὸν
οὐρανὸν, ἐλθὲ εἰς συναίσθησιν, παῦσαι ἀπὸ τῆς
πονηρίας σου, ἀπὸσεισαι τὴν περιχυθεῖσάν σοι μέθην,
ἐπανάστα τῷ καταϐαλόντι σε. Ἱσχυσον ἐκ γῆς ἑπα-
B ναστῆναι. Μνήσθητι τοῦ ἀγαθοῦ ποιμένος, ὅτι κατα-
διώκων ἐξελείταί σε. Κᾶν δύο σκέλη, ἦ λοϐὸς
,ν
ὠτίου, ἀποπήὃησον ἀπὸ τοῦ τραυματίσαντός σε.
Μνὴσθητι τῶν οἰκτιρμῶν (33) τοῦ Θεοῦ, ὅτι θερα-
πεύει ἐλαίῳ καὶ οἴνῳ. Μὴ ἀπελπίσῃς τὴν σωτηρίαν.
Ἀνάλαϐε τὴν μνήμην τῶν γεγραμμένων, ὁτι 6 πί-
πτων ἀνίσταται, καὶ ό ἀποστρέφων ἐπιστρέφει· ό
πεπληγὼς θεραπεύεται, 6 θηριάλωτος περιγίνεται,
ὁ ἐξομολογούμενος οὐκ ἀποϐάλλεται, Ou’ θέλει γὰρ ὸ
Κύριος τὸν θάνατον τοῦ ἀμαρτωλοῡ, ὡς τὸ ἐπιστρέ-
lhau. καὶ ζῇν αὐτόν. Μὴ ὡς εὶς βάθος (34) κακῶν
ἐμπεσὼν καταφρονήσῃς. Καιρός ἀνοχῆς ἐστι, καιρὸς
μακροθυμίας, καιρὸς ἰάσεως, καιρὸς διορθώσεως.
Ὠλίσθησας; ἐξεγείρου. Ἥμαρτες; ἡσύχασον. Μὴ
στῇς ἐν όδῷ ἁμαρτωλῶν, ἀλλὰ ἀποπήδησον· Ὀταν
C γὰρ ἐπιστραφεὶς στενάξῃς, τότε σωθήσῃ· Ἐστι γὰρ
, , . , . ,ν .... . ., -
ἐκ πόνων ὑγεία, καὶ ἐξ ἱδρώτων σωτηρία. Ὀρα οὖν
μήποπε, συνθήκας βουλόμενός τινων φυλάττειν,
παραθῇς τὰς πρὸς τὸν Θεὸν συνθήκας, ἃς ὡμολό-
γησας ἐπὶ πολλῶν μαρτύρων, Μὴ οὖν διά τινας λο-
γισμοὺς ἀνθρωπίνους ὀκνήσῃς ἐλθεῖν πρὸς μέ. Ἐγὼ
γὰρ ἀναλαϐὼν τόν νεκρόν μου θρηνήσω, ἐγὼ θερα-
πεύσω, ἐγὼ πικρῶς κλαύσομαι ἐπὶ τὸ σύντριμμα
τῆς θυγατρὸς τοῦ γένους μου, Πάντες σε δέχονται,
πάντες σοι συμπονὴσουσι. Μὴ ἀναπέϐῃς (35)· μνή-
σθητι ἡμερῶν ἀρχαίων· ’Ἐστι σωτηρία, ἔστι διόρ-
θωσις. Θάρσει, μὴ ἀπελπίσῃς. Ούκ ἔστι νόμος κατα-
δικάζων τόν χωρὶς οἰκτιρμῶν θάνατον, ἀλλὰ χάρις
ύπερτιθεμένη τὴν κόλασιν, ἐκδεχομένη τὴν διόρθω-
σιν. Οὔπω ἐκλείσθησαν αἱ θύραι · ἀκούει ό νυμφίος ⁶
ού κυριεύει ἁμαρτία· Ἀναπάλαισον πάλιν , μὴ κατ-
οκνήσῃς, καὶ σεαυτὸν οἰκτείρησον, καὶ πάντας
ἡμᾶς (36) ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ
δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
ι, 3. ‘9 Psal.1, 1.
mss. nostris praeter CombefisianoS.
(35) Μὴ ἁνάπέσῃς. Sic quinque codices mss.-
Editi μὴ ἀπεισθῇς.
(3-6) Πάντας ἡμᾶς. Quae sequuntur addita ex
Regio secundo et Coisl. secundo.