PG 35, col. 524

δὲ τοῦ κοινοῦ Πατρὸς ἡμῶν,οὒς (5) οὗτος ἐν Χριστῷ διὰ
τοῦ Εὐαγγελίου ἐγέννησεν, αἰδεῖσθε (ὃ) μὲν καὶ ἡμᾶς
δίκαιον γὰρ, ο’ί πάντων ὑμᾶς προετιμήσαμεν· ὑμεῖς
μάρτυρες, καὶ οἳ ταύτην ἡμῖν ἐγχειρίσαντες τήν εἴτε
ἠγεμονίαν,εἷ’τε διακονίαν καὶ εἷ’ τῷ πλεῖον (7) ἀγαπή-
σαντι πλέον ὀφείλεται (8),πῶς μετρήσω τὴν ἀγάπην, ἧς
ὑποχρέους (9) ὑμᾶς διὰ τῆς ἐμῆς ἔλαϐον ; αἰδεῖσθε (10)
δὲ πλέον ὑμᾶς αὐτοὺς, καὶ τήν πιστευθεῖσαν εἰκόνα,
καὶ τὸν πιστεύσαντα, καί τὰ Χριστοῦ πάθη, καὶ τὰς
ἐκεῖθεν ἐλπίδας, πίστιν (11) μὶν ἔχοντες ἦν παρειλήφα-
τε, καὶ συνετράφητε, μεθ’ ἧς καὶ σώζεσθε, καὶ σώζειν
ἄλλους πιστεύεσθε· οὐ γὰρ πολλῶν, εὖ ἴστε, τὸ ὑμέ-
τερον καύχημα. Τὸ δὲ εὐσεϐὲς μή ἐν τῷ πολλάκις
περὶ Θεοῦ λαλεῖν, ἀλλ’ έν τῷ τὰ πλείω σιγᾷν εἶναι
τιθέμενον γλῶσσα γὰρ ὅλισθος ἀνθρώποις μή λόγῳ
κυϐερνωμένη · καὶ ἀκινδυνοτέραν ἀκοὴν ἀεὶ λόγου
νομίζοντες, ὥστε (12) τι μανθάνειν ἥδιον, ἢ διδάσκειν
περὶ Θεοῦο τὴν μὲν ἀκριϐεστέραν τούτων ἐξέτασιν
τοῖς οἰκονόμοις τοῦ λόγου παραχωροῦντες· αὐτοὶ Si
λόγῳ μὶν εὐσεϐοῦντες ὀλίγα (13), ἔργῳ δὲ πλείονα,καὶ
τῇ τηρήσει τῶν νόμων μᾶλλον ἢτῷ θαυμάζειν τὸν
νομοθέτην (14) τὸ περὶ αὐτὸν (15) φίλτρον ἐπιδεικνύ-
μενοι, φεύγοντες κακίαν , διώκοντες ἀρετὴν, πνεύ-
ματι ζῶντες (16), πνεόματι (17) ποιχοῦντες ( 8),
τούτῳ τὴν γνῶσιν ἕλκοντες, ἐποικοδομοῦντες τῷ θε-
μελίῳ τῆς πίστεως, μὴ ξύλον (19), μηδὲ χόρτον,
μηδὲ καλάμην, ὕλην ἀσθενῆ καὶ ιἑᾳδίως δαπανωμέ-
νην, ἡνίκα ἃν πυρὶ κρίνηται τὰ ἡμέτερα, ἦ καθαί-
ρηται (20)· ἀλλὰ χρυσὸν, ἄργυρον, λίθους τιμίους, τὰ
μένοντα καὶ ἱστάμενα.
ΙΓ. Ταῦτα πράσσοιτε, καὶ τούτοις ἡμᾶς (21) δοξά-
ζοιτε εἷ’τε παρόντες sifts ἀπόντες, sifts μεταποιούμε-
νοι τῶν ἡμετέρων λόγων, εἶ’τε ἄλλο (‘22) τι προτιμό-
τερον ἄγοντες· καὶ γίνοισθε (23) τέκνα Θεοῦ καθαρὰ
καὶ ἀμώμητα, ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμ-
μένης καὶ μὴ περιπλέκοιτο ὑμῖν τὰ τῶν κύκλῳ πε-
Cor. ιν, 15. ³⁸ Luc. vn, 43. ³⁷ Rom. xu, 11.
cis sermone pietatem jactantes, majori ex parte
opere praeferentes. ››
1Α4)’Νομοθέτην. Reg. A1, νόμον.
Αὐτόν . Reg. y,'a61:rbv .
16‘) Ζῶντες. ΒίΙΙίὺε in marg. forte ζέοντες, « spi-
J erventes. ι
ritu ferventes. ι
(17) Στοιχοῦντες. ‹‹ Incedentes, » seu « ambulan-
tes. ››’ ϐαιειῐξ v, 25.
(18) Τοότῳ. Reg. a, τούτων.
(19) Ξύλον. Septem. Reggi, quatuor Colb., Jes.
ξύλα.’ΜοΧ μὴ χόρτον pro {138% χόρτον.
Καθαίρηται. Abest a Reg.
21) Ἡμᾶςδοξάζοιτε. Ι)υό Colb. ὑμᾶς δοξά-
σοιτε.
(22) "Anon. Sic quatuor Regii, etc.
(25) Γίνοισθε. Regfa, Colb. ὣ, γένοισθε. Billius
ex 'Elia γινώσκη σθε.

Testo OCR da scansione; possono restare errori di lettura.

Citato nell'enciclopedia

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.